Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. οὐ μὴν δὲ ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῷος ἔσεσθαι,
  2. ὅσοι παροργίζουσιν τὸν κύριον,
  3. ὡς οὐχὶ καὶ ἔτασις αὐτῶν ἔσται.
  1. ἀλλὰ δὴ ἐρώτησον τετράποδα ἐάν σοι εἴπωσιν.
  2. πετεινὰ δὲ οὐρανοῦ ἐάν σοι ἀπαγγείλωσιν·
  1. ἐκδιήγησαι γῇ ἐάν σοι φράσῃ,
  2. καὶ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης.
  1. τίς οὖν οὐκ ἔγνω ἐν πᾶσι τούτοις
  2. ὅτι χεὶρ Κυρίου ἐποίησεν ταῦτα;
  1. εἰ μὴ ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων ζώντων
  2. καὶ πνεῦμα παντὸς ἀνθρώπου;
  1. νοῦς μὲν γὰρ ῥήματα διακρίνει,
  2. λάρυγξ δὲ σῖτα γεύεται.
  1. ἐν πολλῷ χρόνῳ σοφία,
  2. ἐν δὲ πολλῷ βἰῳ ἐπιστήμη.
  1. παρʼ αὐτῷ σοφία καὶ δύναμις,
  2. αὐτῷ βουλὴ καὶ σύνεσις.
  1. ἐὰν καταβάλῃ, τίς οἰκοδομήσει;
  2. ἐὰν κλείσῃ κατὰ ἀνθρώπων, τίς ἀνοίξει;
  1. ἐὰν κωλύσῃ τὸ ὕδωρ, ξηρανεῖ τὴν γῆν·
  2. ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν αὐτὴν καταστρέψας.
  1. παρʼ αὐτῷ κράτος καὶ ἰσχύς,
  2. αὐτῷ ἐπιστήμη καὶ σύνεσις.
[*](XII 2 ειτα]μη A | ανθρωποι] + μονοι A 3 καμοι] και μοι U+05D0 και εμοι A U+05D0A 4 εγενηθη] εγενομην A | χλευασμον A 5 om γαρ U+05D0 | πεσειν] + με A υπο] υπ A | αλλων] αλιους BᵃU+05D0 αλιοις A | αυτου] μου A 6 μηδεις] μηθεις U+05D0 | παροργιζουσιν] γαρ οργ. A 7 ερωτησον] επερωτησον A | ειπω- σιν] ειπη A | δε] τε A | απαγγειλωσιν] αναγγειλη A 8 εκδιηγησαις U+05D0* (-σαι U+05D0c.a) + δε A | και] + ει A | om σοι 2⁰ U+05D0* (hab U+05D0c.a) 9 τις ουν] oτι τις A | πασιν A 10 ει μη] οτι A | ζωντων] pr των U+05D0c.aA 12 σοφiα] + ευρισκεται A | πολλω] μακρω A 13 αυτω 2⁰] pr παρ A 14 καταβαλῃ] καταστρεψη A | εαν 2⁰] + δε και A | κλειση] αποκλιση A | ανθρωπων] ανου A 15 δε] + και A 16 αυτω 2⁰] pr παρ A |)
542
[*](B)
  1. διάγων βουλευτὰς αἰχμαλώτους,
  2. κριτὰς δὲ γῆς ἐξέστησεν.
  1. καθιζάνων βασιλεῖς ἐπὶ θρόνους,
  2. καὶ περιέδησεν ζώνῃ ὀσφύας αὐτῶν
  1. ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους,
  2. δυνάστας δὲ γῆς κατέστρεψεν.
  1. διαλλάσσων χείλη πιστῶν
  2. σύνεσιν δὲ πρεσβυτέρων ἔγνω.
  1. ἐκχέων ἀτιμίαν ἐπʼ ἄρχοντας,
  2. ταπεινοὺς δὲ ἰάσατο.
  1. ἀνακαλύπτων βαθέα ἐκ σκότους
  2. ἐξήγαγεν δὲ εἰς φῶς σκιὰν θανάτου.
  1. καταστρωννύων ἔθνη καὶ καθοδηγῶν αὐτά.
  1. διαλλάσσων καρδίας ἀρχόντων γῆς,
  2. ἐπλάνησεν δὲ αὐτοὺς ἐν ὁδῷ ἦ οὐκ ἤδεισαν·
  1. ψηλαφήσαισαν σκότος καὶ μὴ φῶς,
  2. πλανηθείησαν δὲ ὥσπερ ὁ μεθύων.