Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἰδοὺ ταῦτα ἑόρακέν μου ὁ ὀφθαλμὸς
  2. καὶ ἀκήκοεν μου τὸ οὖς·
  1. καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε,
  2. καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν.
  1. οὐ μὴν δὲ ἀλλ᾿ ἐγὼ πρὸς Κύριον λαλήσω,
  2. ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται.
  1. ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι
  2. καὶ ἰαταὶ κακῶν πάντες
  1. εἴῃ δὲ ὑμῖν κωφεῦσαι,
  2. καὶ ἀποβήσεται ὑμῖν σοφία.
  1. ἀκούσατε ἔλεγχον τοῦ στόματός μου,
  2. κρίσιν δέ χειλέων μου σροσέχετε.
  1. πότερον οὐκ ἔναντι Κυρίου λαλεῖτε,
[*](U+05D0A)[*](17 βουλευτας] + γης A 18 καθιζανων] καθιζων A | θρονων U+05D0 | περιε, δησεν] περιζωννυων αυτους A | ζωνη] ζωην A | οσφυας] οσφρυος A* (οσφυος A?) 19 εξαποστελλων] pr ο A 20 διαλασσων B* (διαλλ. Bᵃ?ᵇ) 22 ανακαλυπτων] ο αποκαλυπτων A | βαθεια A 23 καταστρωννυων] pr πλανων εθνη και απολλυων αυτα BᵃᵇU+05D0A 24 διαλλασσον U+05D0* (-σσων U+05D0c.a) | om γης A | om εν U+05D0Α | η ουκ ηδισαν οδω U+05D0 25 ψηλαφησειαν A | μη] ου A XIII 1 εωρακεν BᵃᵇU+05D0 | το ους μου ακηκοεν A 2 και 2⁰] +γε νεωτερος υμων A | ουκ ειμι ασυνετωτερος A 3 αλλα προς κν λαλησω εγω A 4 δε] γαρ A 5 σοφια] εις σοφιαν A 6 ελεγχους U+05D0 | του στοματος] om του U+05D0Α | κρισει A)
543
  1. ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον; 8ἢ ἡποστελεῖσθε;
  2. [*](Β)
  3. ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε.
  1. καλὸν γὰρ ἐὰν ἐξιχνιάσῃ ὑμᾶς;
  2. εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ,
  1. οὐθὲν ἦττον ἐλέγξει ὑμᾶς·
  2. εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσεσθε,
  1. πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς;
  2. ὁ φόβος δὲ παρʼ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν,
  1. ἀποβήσεται δὲ ὑμῶν τὸ ἀγαυρίαμα ἴσα σποδῷ,
  2. τὸ δὲ σῶμα πήλινον.
  1. κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ,
  1. ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν,
  2. ψυχὴν δέ μου θήσω ἐν χερί.
  1. ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται,
  2. ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ·
  1. καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν,
  2. οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται.
  1. ἀκούσατε, ἀκούσατε τὰ ῥήματά μου,
  2. ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων.
  1. ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου.
  2. §οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι.
  1. τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι,
  2. ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω;
  1. δυεῖν δέ μοι χυήσῃ,
  2. τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι·