Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. οὐ μὴν δὲ ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῷος ἔσεσθαι,
  2. ὅσοι παροργίζουσιν τὸν κύριον,
  3. ὡς οὐχὶ καὶ ἔτασις αὐτῶν ἔσται.
  1. ἀλλὰ δὴ ἐρώτησον τετράποδα ἐάν σοι εἴπωσιν.
  2. πετεινὰ δὲ οὐρανοῦ ἐάν σοι ἀπαγγείλωσιν·
  1. ἐκδιήγησαι γῇ ἐάν σοι φράσῃ,
  2. καὶ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης.
  1. τίς οὖν οὐκ ἔγνω ἐν πᾶσι τούτοις
  2. ὅτι χεὶρ Κυρίου ἐποίησεν ταῦτα;
  1. εἰ μὴ ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων ζώντων
  2. καὶ πνεῦμα παντὸς ἀνθρώπου;