Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. νοῦς μὲν γὰρ ῥήματα διακρίνει,
  2. λάρυγξ δὲ σῖτα γεύεται.
  1. ἐν πολλῷ χρόνῳ σοφία,
  2. ἐν δὲ πολλῷ βἰῳ ἐπιστήμη.
  1. παρʼ αὐτῷ σοφία καὶ δύναμις,
  2. αὐτῷ βουλὴ καὶ σύνεσις.
  1. ἐὰν καταβάλῃ, τίς οἰκοδομήσει;
  2. ἐὰν κλείσῃ κατὰ ἀνθρώπων, τίς ἀνοίξει;
  1. ἐὰν κωλύσῃ τὸ ὕδωρ, ξηρανεῖ τὴν γῆν·
  2. ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν αὐτὴν καταστρέψας.