Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. καὶ ἐρῶ πρὸς Κύριον Μή με ἀσεβεῖν δίδασκε·
  2. καὶ διὰ τί με οὕτως ἔκρινας;
  1. ἢ καλόν σοι ἐὰν ἀδικήσω;
  2. ὅτι ἀπείπω ἔργα χειρῶν σου,
  3. βουλῆ δὲ ἀσεβῶν προσέσχες;
  1. ἢ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς;
  2. ἢ καθὼς ὁρᾷ ἄνθρωπος βλέψῃς
  1. ἢ ὁ βίος σου ἀνθρώπινός ἐστιν,
  2. ἢ τὰ ἔτη σου ἀνδρός;
  1. ὃτι ἀνεζήτησας τὴν ἀνομίαν μου,
  2. καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας;
  1. οἲδας γὰρ ὅτι οὐκ ἠσέβησα·
  2. ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος
  1. αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με.
  2. μετὰ ταῦτα μεταβαλὼν με ἔπαισας.
[*](§ C)
  1. §9μνήσθητι ὅτι πηλόν με ἔπλασας,
  2. εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις.
  1. ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας,
  2. ἐτύρωσας δέ με ἲσα τυρῷ ;
  1. δέρμα δὲ καὶ κρέα με ἐνέδυσας,
  2. ὀστέοις δέ καὶ νεύροις με ἔνειρας·
  1. ζωὴν δὲ καὶ ἔλεος ἔθου παρʼ ἐμοί,
  2. ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέν μου τὸ πνεῦμα.
  1. ταῦτα ἔχων ἐν σεαυτῷ οἶδα ὅτι πάντα δύνασαι·
  2. ἀδυνατεῖ δέ σοι οὐθέν.
  1. ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με,
  2. ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με πεποίηκας.
  1. ἐάν τε γὰρ ἀσεβήσω, οἲμοι·
  2. ἐὰν δὲ δἰκαιος, οὐ δύναμαι ἀνακύψαι.
  3. πλήρης γὰρ ἀτιμίας εἰμί.
[*](U+05D0ΑC)[*](1 λαλησω] pr τα δε ρηματα μου A | πικρια] πικριας U+05D0* (πικρια U+05D0c.ᵃ) pr εν A| om μου 3ο A 2 εκρινες A 3 σοι] +εστιν A |αδιπησω] ασεβησω A | απειπω] απιπαωμε A 4 η καθως...βλεψη] pr asterisc U+05D0c.a | βλεψη] βλεψις A 5 om εστιν A 7 οιδα A 8 επλασαν] εποιησαν U+05D0Α | εποιησαν] επλασαν U+05D0A | μετα] + δε A 9 παλιν με U+05D0 10 ετυρωσας] επηξας A 11 om δε Ιο U+05D0A | κρεας U+05D0AC | ενειρας με A 12 ελεον A 13 σεαυτω] εαυτω U+05D0c.a αA*fort ᵈ (σε sup ras Aa) | συθεν] ουδεν A 14 φυλαξεις U+05D0* (-σσεις U+05D0c.a) A |πεποιηκας] εασις A 15 τε] δε C | οιμμοι Β*U+05D0A (οιμοι Bb) | δε] τε γαρ U+05D0 τε A | δυναμαι] δυνησομαι A | ανακυμψαι A | ατιμιας ειμι] ειμι ανομιας A)
539
  1. ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν·
  2. πάλιν γὰρ μεταβαλὼν δεινῶς με ὀλέκεις.
  1. ἐπανακαινίζων ἐπʼ ἐμὲ τὴν ἔτασίν μου·
  2. ὀργῇ δὲ μεγάλη μοι ἐχρήσω.
  3. ἐπήγαγες δὲ ἐπʼ ἐμέ πειρατήρια.
  1. ἲνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον,
  2. ὀφθαλμὸς δέ με οὐκ εἶδεν,
  1. καὶ ὥσπερ οὐκ ὤν ἐγενόμην
  2. διὰ τί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην;
  1. ἤ οὐκ ὀλίγος ἐστὶν ὁ βίος τοῦ χρόνου μου
  2. ἔασόν με ἀναπαύσασθαι μικρὸν
  1. πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω,
  2. εἰς γῆν σκοτινὴν καὶ γνοφεράν,
  3. (22)εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστιν φέγγος
  4. οὐδὲ ὁρᾶν ζωὴν βροτῶν.