Job
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ᾿γπολαβὼν δὲ Σωφὰρ ὁ Μειναῖος λέγει
- Ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται·
- ἤ καὶ ὁ εὔλαλος οἴεται εἶναι δίκαιος
- εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος.
- μὴ πολὺς ἐν ῥήμασιν γίνου,
- οὐ γάρ ἐστιν ὁ ἀντικρινόμενός σοι.
- μὴ γὰρ λέγε ὅτι Καθαρός εἰμι τοῖς ἔργοις
- καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ.
- ἀλλὰ πῶς ἂν ὁ κύριος λαλήσαι πρὸς σέ;
- καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σοῦ;
- εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας.
- ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ·
- καὶ τότε γνώσῃ ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ Κυρίου ὧν ἡμάρτηκας
- ἤ ἴχνος Κυρίου εὑρήσεις; [*](16 γαρ 1⁰] δε A | παλιν γαρ| παλιν δε U+05D0c.a και παλιν A | μεταβαλων] U+05D0AC +με A | ὀλεκεις] adnot απολεις φονευεις Bᵃ ᵐᵍ 17 μου] σου A | επηγαγες δε] και επηγειρας A 19 εγενομην] εγεγονειν A | γαρ] δε A | απηλλαγην] απηλθον A 20 βιος του χρονου] χρονος του βιου A | μικρον] ολιγον U+05D0 21 om με U+05D0 | οθεν ουκ bis scr A* (ras 1⁰ A?) | αναστρεφω A | σκοτεινην Bᵃᵇ Cᵛⁱᵈ | om ου U+05D0* (superscr U+05D0¹) XΙ 1 Μιναιος U+05D0 2 δικαιος ειναι A 3 γυναικος γεννητος A | ου γαρ sup ras Aᵃ 5 λαλησαι ο κς A | λαλησει U+05D0 | ανοιξει (-ξη A) διανυξει C | μετα σου] μετ αυτου A* (μ. σ. Aᵃᵛⁱᵈ) 6 εσται] εστιν A | τω U+05D0* (των U+05D0c.a) | aπeβη] παρeβη A | απο] παρα C 7 η Ιο)μη A)
- ἢ εἰς τὰ ἔσχατα ἀφίκου ἄ ἐποίησεν ὁ παντοκράτωρ;
540
[*](Β)- ὑψηλὸς ὁ οὐρανός, καὶ τἰ ποιήσεις;
- βαθύτερα δὲ τῶν ἐν ᾅδου· τἰ οἰδας;
- ἤ μακρότερα μέτρου γῆς
- ἤ εὔρους θαλάσσης.
- ὲὰαταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ Γί ἐποίησας;
- αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων,
- ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται.
- ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις·
- βροτὸς δέ γεννητὸς γυναικὸς ἴσα ἄνῳ ἐρημίτῃ.
- εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου,
- ὑπτιάζεις δέ χεῖρας πρὸς αὐτόν·
- εἰ ἄνομόν τί ἐστιν ἐν χερσίν σου,
- πόρρω ποίησον αὐτὸ ἀπὸ σοῦ,
- ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω.
- οὕτως γὰρ ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν,
- ἐκδύσῃ δὲ ῥύπον καὶ οὐ μὴ φοβηθῇς·
- καὶ τὸν κόπον ἐπιλήσῃ
- ὥσπερ κῦμα παρελθόν, καὶ οὐ πτοηθήσῃ·
- ἡ δὲ εὐχή σου ὥσπερ ἑωσφόρος.
- ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή·
- πεποιθώς τε ἔσῃ ὅτι ἔστιν σοι ἐλπίς,
- ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη.
- ἡσυχάσεις γάρ, καὶ οὐκ ἔσται ὁ πολεμῶν σε·
- μεταβαλόμενοι δὲ πολλοί σου δεηθήσονται.
- σωτηρία δὲ αὐτοὺς ἀπολείψει·
- ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπώλεια,
- ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται.