Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται·
  2. γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι.
  1. ἀρχὴ σοφίας φόβος Κυρίου,
  2. καὶ βουλὴ ἁγίων σύνεσις·
  3. τὸ γὰρ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς.
  1. τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον,
  2. καὶ προστεθήσεταί σοι ἔτη ζωῆς σου.
  1. υἱέ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τοῖς πλησίον·
  2. ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἂν ἀντλήσεις κακά.