Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Ἔλθατε, φάγετε τῶν ἐμῶν ἄρτων,
  2. καὶ πίετε οἶνον ὃν ἐκέρασα ὑμῖν·
  1. ἀπολείπετε ἀφροσύνην, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε,
  2. καὶ ζητήσατε φρόνησιν,
  3. καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν.
  1. Ὁ παιδεύων κακοὺς λήμψεται ἑαυτῷ ἀτιμίαν·
  2. ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν.
  1. μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισῶσίν σε·
  2. ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε.