Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον,
  2. καὶ προστεθήσεταί σοι ἔτη ζωῆς σου.
  1. υἱέ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τοῖς πλησίον·
  2. ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἂν ἀντλήσεις κακά.
  1. aὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμαίνει ἀνέμους.
  2. ὁ δʼ αὐτὸς διώξεται ὄρνεα πετόμενα·
  1. ᵇἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος,
  2. τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται·
[*](IX 1 ωκοδομησεν U+05D0A 3 συνκαλουσα U+05D0 5 ελθετε U+05D0 6 ινα... U+05D0A βασιλευσητε] ινα ζησεσθαι U+05D0c.a | φρονησιν] + ινα βιωσηται U+05D0c.aA 7 μωμη- σεται εαυτον] μωμησετε αυτον U+05D0 8 μισησωσιν Bᵇ | σε 2°] + ασοφον ӄ μισησι σε U+05D0c.a + ασ. και μισησει σε A 9 γνωριζε] + δι A 10 βου- λημα B (βουλη U+05D0c.a) | γαρ] δε U+05D0c.aA 11 ζησεις] ζηση A | om σου A 12 εαν 1°] εα A* (εαν Aᵃ?) | τοις πλησιον] τω πλ. A | om αποβης U+05D0* (hab U+05D0c.a) | om αν U+05D0 | αντλησης Bᵃᵇ 12 a ποιμανει B (ποιμαινει U+05D0c.a) A | om ο δ αυτος διωξεται ορνεα πετομενα U+05D0 12 b απελειπεν A)
434
[*](B)
  1. διαπορεύεται δὲ δἱ ἀνύδρου ἐρήμου
  2. καὶ γῆν διατεταγμένην ἐν διψώδεσιν,
  3. συνάγει δέ χερσὶν ἀκαρπίαν.
  1. Γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται,
  2. ἣ οὐκ ἐπίσταται αἰσχύνην·
  1. ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου ἐπὶ δίφρου,
  2. ἐμφανῶς ἐν πλατείαις
  1. προσκαλουμένη τοὺς παριόντας
  2. καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν
  1. Ὅs ἐστιν ὑμῶν ἀφρονέστατος, ἐκκλινάτω πρὸς μέ·
  2. ἐνδεέσι δέ φρονήσεως παρακελεύομαι λέγουσα
  1. Ἄρτων κρυφίων ἡδέως ἅψασθε,
  2. καὶ ὕδατος κλοπῆς γλυκεροῦ.
  1. ό δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρʼ αὐτῇ ὄλλυνται,
  2. καὶ ἐπὶ πέτευρον ἅδου συναντᾷ.
  1. aἀλλὰ ἀποπήδησον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ,
  2. αηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτὴν·
  3. οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον·
  1. ᵇἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου,
  2. καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίης.
  1. cἵνᾷ πολὺν ζήσῃς χρόνον,
  2. προστεθῇ δέ σοι ἔτη ζωῆς.
  • Υἱὸς σοφὸς εὐφραίνει πατέρα,
  • υἱὸς δὲ ἄφρων λύπη τῇ μητρί
    1. οὐκ ὠφελήσουσιν θησαυροὶ ἀνόμους,
    2. δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου.
    1. οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίαν,
    2. ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει.
    1. πενία ἄνδρα ταπεινοῖ,
    2. χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν.
    1. aυἱὸς πεπαιδευμένος σοφὸς ἔσται,
    2. τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται.
    [*](U+05D0A)[*](14 επι διφρου c seqq coniung A | ενφανως A 15 παριοντας] + οδον A 16 αφρων B (αφρονεστατος U+05D0c.a) 17 κλοπης] κοπης A 18 ολλυνται] ολουνται U+05D0c.a | πεταυρον BᵃᵇU+05D0c.a 18 α χρονισης] ενχρονισης A | τοπω] αυτης U+05D0c.a | επιστησης] επιστης A | διαβησεται U+05D0* (διαβηση U+05D0c.a) | αλλοτριον] +και υπερβηση ποταμον αλλοτριον U+05D0c.aA 18 ο ζηση A | δε σοι] σοι δε U+05D0 Χ 1 τη μητρι] om τη U+05D0 3 δικαιω U+05D0 (δικαιαν U+05D0c.a) 4 a σοφὸς πεπαιδευμενος U+05D0)
    435
    1. διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων,
    2. [*](B)
    3. ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμήτῳ υἱὸς παράνομος.