Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- Κύριος ἐποίησεν χώρας καὶ ἀοικήτους
- καὶ ἄκρα οἰκούμενα τῆς ὑπʼ οὐρανῶν.
- ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συνπαρήμην αὐτῴ,
- καὶ ὅτε ἀφώριζεν τὸν ἑαυτοῦ θρόνον ἐπʼ ἀνέμων·
- καὶ ὡς ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη,
- καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπʼ οὐρανόν,
- καὶ ὡς ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς,
- ἤμην παρʼ αὐτῷ ἁρμόζουσα·
- ἐγὼ ἤμην ᾗ προσέχαιρεν.
- καθʼ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ
- καιρῷ,
- ὅτε ἐνευφραίνετο τὴν οἰκουμένην συντελέσας,
- καὶ εὐφραίνετο ἐν υἱοῖς ἀνθρώπων.
- νῦν οὗν, υἱέ, ἄκουέ μου.
- μακάριος ἀνὴρ ὃς εἰσακούσεταί μου,
- καὶ ἄνθρωπος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει.
- ἀγρυπνῶν ἐπʼ ἐμαῖς θύραις καθʼ ἡμέραν,
- τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων.
- αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς,
- καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου.
- οἱ δὲ εἰς ἐμέ ἁμαρτάνοντες ἀσεβοῦσιν τὰς ἑαυτῶν ψυχάς.
- καὶ οἱ μισοῦντές με ἀγαπῶσιν θάνατον.
433
- ἔσφαξεν τὰ ἑαυτῆς θύματα,
- ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον,
- καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν·
- ἀπέστειλεν τοὺς ἑαυτῆς δούλους,
- συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα
- Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς μέ·
- καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν
- Ἔλθατε, φάγετε τῶν ἐμῶν ἄρτων,
- καὶ πίετε οἶνον ὃν ἐκέρασα ὑμῖν·
- ἀπολείπετε ἀφροσύνην, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε,
- καὶ ζητήσατε φρόνησιν,
- καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν.
- Ὁ παιδεύων κακοὺς λήμψεται ἑαυτῷ ἀτιμίαν·
- ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν.
- μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισῶσίν σε·
- ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε.
- δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται·
- γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι.
- ἀρχὴ σοφίας φόβος Κυρίου,
- καὶ βουλὴ ἁγίων σύνεσις·
- τὸ γὰρ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς.