Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν,
- καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην·
- κρείσσων γὰρ σοφία λίθων πολυτελῶν.
- φόβος Κυρίου μισεῖ ἀδικίαν,
- ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν·
- μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν.
- ἐμὴ βουλὴ καὶ ἀσφάλεια,
- ἐμὴ φρόνησις. ἐμὴ δὲ ἰσχύς·
- δἰ ἐμοῦ βασιλεῖς βασιλεύουσιν,
- καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην·
- εἰ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται,
- καὶ τύραννοι δἰ ἐμοῦ κρατοῦσι γῆς
- ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ,
- οἱ δὲ ἐμέ ζητοῦντες εὑρήσουσιν.
- πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει,
- καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη.
- βέλτιον ἐμέ καρπίζεσθαι ὑπέρ χρυσίον καὶ λίθον τίμιον.
- τὰ δὲ ἐμὰ γενήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ.
- ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ,
- καὶ ἀνὰ μέσον τρίβων δικαιώματος ἀναστρέφομαι,
- ἵνα μερίσω τοῖς ἐμέ ἀγαπῶσιν ὕπαρξιν,
- καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν.
- aἐὰν ἀναγγείλω ὑμῖν τὰ καθʼ ἡμέραν γινόμενα.
- μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι.
432
[*](B)- Κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,
- πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με ἐν ἀρχῇ,
- πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι,
- πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων,
- πρὸ τοῦ ὄρη ἑδρασθῆναι,
- πρὸ δέ πάντων βουνῶν γεννᾶ με.
- Κύριος ἐποίησεν χώρας καὶ ἀοικήτους
- καὶ ἄκρα οἰκούμενα τῆς ὑπʼ οὐρανῶν.
- ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συνπαρήμην αὐτῴ,
- καὶ ὅτε ἀφώριζεν τὸν ἑαυτοῦ θρόνον ἐπʼ ἀνέμων·
- καὶ ὡς ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη,
- καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπʼ οὐρανόν,
- καὶ ὡς ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς,