Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ,
  2. δἰ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ.
  1. ἀπεπλάνησεν δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ,
  2. βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν·
  1. ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς,
  2. ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται,
  3. καὶ ὥσπερ κύων ἐπὶ δεσμούς,
  1. ἡ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ·
  2. σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα,
  3. οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει.
  1. νῦν οὗν, υἱέ, ἄκουέ μου, καὶ πρόσεχε ῥήμασιν στόματός μου.
  1. μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρδία σου·
  1. πολλοὺς γὰρ τρώσασα καταβέβληκεν,
  2. καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν·
  1. ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς.
  2. κατάγουσαι εἰς τὰ ταμεῖα τοῦ θανάτου.
  • Σὺ τὴν σοφίαν κηρύξεις, ἵνα φρόνησίς σοι ὑπακούσῃ.
    1. ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστιν,
    2. ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκεν·
    1. παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει,
    2. ἐν δὲ εἰσόδοις ὑμνεῖται
    1. Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ,
    2. καὶ προίεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων.
    1. νοήσατε, ἄκακοι, πανουργίαν,
    2. οἱ δὲ ἀπαίδευτοι, ἔνθεσθε καρδίαν.
    1. εἰσακούσατέ μου· σεμνὰ γὰρ ἐρῶ,
    2. καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά.
    1. ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου,
    2. ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ·
    1. μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου,
    2. οὐδὲν ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλῶδες·
    [*](U+05D0A)[*](21 τοις] των U+05D0 22 κεφφωθεις A 23 om δε U+05D0* (hab U+05D0c.a) 24 ρημασιν] ρησιν A 25 om εις τας οδους U+05D0* (hab U+05D0c.a) | σου] +και μη πλανηθης εν ατραποις αυτης U+05D0c.aA 27 εις] pr τα U+05D0* (om U+05D01) | τα ταμεια] om τα U+05D0c.aA | ταμιεια A | του θανατου] om του U+05D0c.a vid VIII 2 αναβμεσον U+05D0* (om β U+05D01c.a) 3 δυνατων U+05D0* (δυναστ. U+05D01) 6 σεμνα] πολλα U+05D0* (σεμνα U+05D0c.a) | ανοισω] ανοιγω A 8 ς πανια τα ρημα sup ras Bᵃᵇ | ρηματα] κρiματα A | μου] σου U+05D0* (μου U+05D01) | στραγγαλιωδες U+05D0c.a)
    431
    1. πάντα ἐνώπια τοῖς συνιοῦσιν, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι
    2. [*](B)
    3. γνῶσιν.
    1. λάβετε παιδείαν καὶ μὴ ἀργύριον,
    2. καὶ γνῶσιν ὑπέρ χρυσίον δεδοκιμασμένον·
    1. κρείσσων γὰρ σοφία λίθων πολυτελῶν,
    2. ᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.