Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις
- καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου.
- τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν
- τοὺς χραομένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ἄδήν,
- τὰ δέ ἴχνη αὐτῆς οὐκ ἐρείδεται
- ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται,
- σφαλεραὶ δέ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι.
- νῦν οὗν, υἱέ, ἄκουέ μου,
- καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους.
- μακρὰν ποίησον ἀπʼ αὐτῆς σὴν ὁδόν,
- μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς·
- ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου,
- καὶ σὸν βίον ἀνελεήμοσιν·
425
- ἵνα μὴ πλησθῶσιν ἀλλότριοι σῆς ἰσχύος,
- οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίων ἔλθωσιν·
- καὶ μεταμεληθήσῃ ἐπʼ ἐσχάτων,
- ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου,
- καὶ ἐρεῖς Πῶς ἐμίσησα παιδείαν,
- καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου·
- οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με.
- οὐδὲ παρέβαλλον τὸ οὖς μου·
- παρʼ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ
- ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς.
- πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων
- καὶ ἀπὸ σῶν φρεάτων πηγῆς.
- μὴ ὑπερεκχείσθω σοι ὕδατα ἐκ τῆς σῆς πηγῆς.
- εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα·
- ἔστω σοι μόνα ὑπάρχοντα.
- καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι·
- ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία,
- καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου.
- ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι,
- ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ
- ἐν γὰρ τῇ ταύτης φιλίᾳ συνπεριφερόμενος πολλοστὸς ἔσῃ.
- μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν.
- μηδὲ συνέρχου ἀγκάλαις τῆς μὴ ἰδίας·
- ἐνώπιον γάρ εἰσιν τῶν τοῦ θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός,
- εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει.
- παρανομίαι ἄνδρα ἀγρεύουσιν,
- σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται
- οὗτος τελευτῷ μετὰ ἀπαιδεύτων,
- ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ βιότητος ἐξερίφη
- καὶ ἀπώλετο δι᾿ ἀφροσύνην.