Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ζωὴ γάρ ἐστιν τοῖς εὑρίσκουσιν αὐτήν,
  2. καὶ πάσῃ σαρκὶ ἴασις.
  1. πάσῃ φυλακῇ τήρει σὴν καρδίαν·
  2. ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς.
[*](9 στεφανω] τρεφανω U+05D0* (στ. U+05D0c.a) 10 πληθυνθησεται] + σοι U+05D0c.aA U+05D0A 11 τροχειαις B* (-χιαις BᵇU+05D0A) 12 συγκλεισθησεται BᵃᵇA 13 παι- διας U+05D0A | om αλλα A 15 om τοπω U+05D0* (hab U+05D0c.a) 16 αυτων] pr απ U+05D0c.a A | om και A 18 κατορθωσει A 19 σκοτιναι U+05D0Α | οιδασι U+05D0 20 παραβαλλε A 21 εκλειπωσιν BᵃᵇA λιπωσιν U+05D0* (εκλιπ. U+05D0c.a) | καρδια] pr ση U+05D0c.a A 22 αυτην] αυτας U+05D0A | σαρκι] + αυτον U+05D0c.aA)
424
[*](Β)
  1. περίελε σεαυτοῦ σκολιὸν στόμα,
  2. καὶ ἄδικα χείλη ἀπὸ σοῦ μακρὰν ἄπωσαι.
  1. οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν,
  2. τὰ δὲ βλέφαρά σου νευέτω δίκαια.
  1. ὀρθὰς τροχιὰς ποίει σοῖς ποσίν,
  2. καὶ τὰς ὁδοὺς σου κατεύθυνε.
  1. μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά,
  2. ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς.
  1. aὁδοὺς γὰρ τὰς ἐκ δεξῶν οἶδεν ὁ θεός,
  2. διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν·
  1. ᵇαὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου,
  2. τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει.
  1. Υἱέ, ἐμῇ σοφίᾳ πρόσεχε,
  2. ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὗς,
  1. ἴνα φυλάξῃς ἔννοιαν ἀγαθήν·
  2. αἴσθησις δὲ ἐμῶν χειλέων ἐντέλλεταί σοι.
  1. μὴ πρόσεχε φαύλῃ γυναικί
  2. μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης,
  3. ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα·
  1. ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις
  2. καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου.
  1. τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν
  2. τοὺς χραομένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ἄδήν,
  3. τὰ δέ ἴχνη αὐτῆς οὐκ ἐρείδεται
  1. ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται,
  2. σφαλεραὶ δέ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι.
  1. νῦν οὗν, υἱέ, ἄκουέ μου,
  2. καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους.
  1. μακρὰν ποίησον ἀπʼ αὐτῆς σὴν ὁδόν,
  2. μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς·
  1. ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου,
  2. καὶ σὸν βίον ἀνελεήμοσιν·
[*](U+05D0A)[*](24 μακραν απο σου U+05D0 | απωσον A 26 τροχειας B* (-χιας BᵇU+05D0A) item 27 b 27a αι εξ] om αι U+05D0 27 b ποριας U+05D0Α | προαξαι A V 1 παρα- βαλε U+05D0 2 αισθησιν U+05D0c.a (αισθησις U+05D0*(vid) c.b) A | εντελλομαι U+05D0c.a (εν- τελλεται U+05D0*(vid) A 4 μεντοι] δε A 5 καταγουσι A 6 τροχειαι B* (-χιαι BᵇU+05D0A) | εγνωστοι A 7 ακυρους] μακρυνης U+05D0* (ακ. U+05D0c.a et c.c) | ποιησαι U+05D01?a? (-σης U+05D0*) 8 μη] pr ӄ U+05D0c.a | προς θυραις] προθυροις A 9 ανελαιημοσι U+05D0)
425
  1. ἵνα μὴ πλησθῶσιν ἀλλότριοι σῆς ἰσχύος,
  2. οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίων ἔλθωσιν·
  1. καὶ μεταμεληθήσῃ ἐπʼ ἐσχάτων,
  2. ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου,
  1. καὶ ἐρεῖς Πῶς ἐμίσησα παιδείαν,
  2. καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου·