Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Ἀκούσατε, παῖδες, παιδείαν πατρός,
  2. καὶ προσέχετε γνῶναι ἔννοιαν.
  1. δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν,
  2. τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε.
  1. υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος
  2. καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός,
  1. οἳ ἔλεγον καὶ ἐδίδασκόν με
  2. Ἐρειδέτω ὁ ἡμένερος λόγος εἰς σὴν καρδίαν·
  1. φύλασσε ἐντολάς, ⁵μὴ ἐπιλάθῃ·
  2. μηδὲ παρίδῃς ῥῆσιν ἐμοῦ στόματος
  1. μηδὲ ἐγκαταλίπῃς αὐτήν, καὶ ἀνθέξεταί σου·
  2. ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε.
  1. περιχαράκαωσον αὐτήν, καὶ ὑψώσει σε·
  2. τίμησον αὐτήν, ἴνα σε περιλάβῃ·
[*](U+05D0A)[*]( 28 επανηκε] επανη|και U+05D0* επανηκε| και U+05D0c.aA 29 τεκτηνη] τεκτενε U+05D0c.aA 30 om σε U+05D0* εις σε U+05D0c.aA 31 ζηλωση A 32 om γαρ U+05D0 IV 1 παιδιαν A 2 εγκαταλειπητ, A 4 καρδιαν] διανοιαν U+05D0 | εντολας] +μου U+05D0c.a 5 επιλαθη] + κτησαι σοφιαν και συνεσιν U+05D0c.a | στοματος] +κτησαι σοφιαν κτησαι συνεσιν μη επιλαθη μηδε εκκλεινης απο ρηματων στοματος μουl A 6 μηδε] μη A | ενκαταλιπης U+05D0 εγκαταλειπης A)
423
  1. ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων.
  2. [*](Β)
  3. στεφάνῳ δέ τρυφῆς ὑπερασπίσῃ σου.
  1. Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους.
  2. καὶ πληθυνθήσεται ἔτη ζωῆς σου,
  3. ἴνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου.
  1. ὁδοὺς γὰρ σοφίας διδάσκω σε.
  2. ἐμββάζω δέ σε τροχιαῖς ὀρθαῖς.
  1. ἐὰν γὰρ πορεύῃ, οὐ συνκλεισθήσεταί σου τὰ διαβήματα·
  2. ἐὰν δέ τρέχῃς, οὐ κοπιάσεις.
  1. ἐπιλαβοῦ ἐμῆς παιδείας. μὴ ἀφῇς,
  2. ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωὴν σου.
  1. ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς,
  2. μηδέ ζηλώσῃς ὁδοὺς παρανόμων·
  1. ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσιν, μὴ ἐπέλθῃς ἐκει.
  2. ἔκκλινον δὲ ἀπʼ αὐτῶν καὶ παράλλαξον.
  1. οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν·
  2. ἀφήρηται ὁ ὕπνος αὐτῶν, καὶ οὐ κοιμῶνται·
  1. οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας,
  2. οἴνῳ δὲ παρανόμῳ μεθύσκονται.
  1. αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν,
  2. προπορεύονται καὶ φωτίζουσιν ἕως κατορθώσῃ ἡ ἡμέρα.
  1. αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί,
  2. οὐκ οἴδασιν πῶς προσκόπτουσιν.
  1. Υἱέ, ἐμῇ ῥήσει πρόσεχε,
  2. τοῖς δὲ ἐμοῖς λόγοις παράβαλε σὸν οὖς,
  1. ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί σου,
  2. φύλασσε αὐτὰς ἐν καρδίᾳ·