Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἐν αἰσθήσει ἄβυσσοι ἐρράγησαν.
- νέφη δὲ ἐρρύησαν δρόσους.
- Υἱέ. μὴ παραρυῇς,
- τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν·
- ἵνα ζήσῃ ἡ ψυχὴ σου. καὶ χάρις ᾖ περὶ σῷ τραχήλῳ.
- aἔσται δὲ ἴασις ταῖς σαρξί σου,
- καὶ ἐπιμέλεια τοῖς σοῖς ὀστέοις·
- ἴνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου,
- ὁ δὲ πούς σου οὐ μὴ προσκόψῃ.
- ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ,
- ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις·
- καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν
- οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας·
- ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου,
- καὶ ἐρείσει σὸν πόδα ἵνα μὴ σαλευθῇς.
- μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ,
- ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν.
422
[*](B)- μὴ εἴπῃς Ἐπανελθὼν ἐπάνηκε, αὔριον δώσω,
- δυνατοῦ σου ὄντος εἶ ποιεῖν·
- οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα.
- μὴ τεκτήνῃ ἐπὶ σὸν φίλον κακά,
- παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί.
- μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην,
- μή τί σε ἐργάσηται κακόν.
- μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη,
- μηδέ ζηλώσῃς τὰς ὁδοὺς αὐτῶν.
- ἀκάθαρτος γὰρ ἔναντι Κυρίου πᾶς παράνομος,
- ἐν δὲ δικαίοις οὐ συνεδριάζει.
- κατάρα θεοῦ ἐν οἴκοις ἀσεβῶν,
- ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται.
- Κύριος ὑπερηφάνοις ἀντιτάσσεται,
- ταπεινοῖς δὲ δίδωσιν χάριν.
- δόξαν σοφοὶ κληρονομήσουσιν,
- οἱ δὲ ἀσεβεῖς ὕψωσαν ἀτιμίαν.
- Ἀκούσατε, παῖδες, παιδείαν πατρός,
- καὶ προσέχετε γνῶναι ἔννοιαν.
- δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν,
- τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε.
- υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος
- καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός,