Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Υἰέ, ἐμῶν νομίμων μὴ ἐπλανθάνου,
  2. τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία·
  1. μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς καὶ εἰρήνην προσθήσουσίν σοι.
  1. ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε,
  2. ἄφαψαι δὲ αὐτὰς ἐπὶ σῷ τραχήλῳ, καὶ εὑρήσεις χάριν·
  1. καὶ προνοοῦ καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων.
  1. ἴσθι πεποιθὼς ἐν ὅλῃ τῇ καρδίᾳ ἐπὶ θεῷ,
  2. ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου·
  1. πάσαις ὁδοῖς σου γνώριζε αὐτήν,
  2. ἴνα ὀρθοτομῇ τὰς ὁδούς σου.
  1. μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ,
  2. φοβοῦ δὲ τὸν θεὸν καὶ ἔκκλινε ἀπὸ παντὸς κακοῦ·
  1. τότε ἴασις ἔσται τῷ σώματί σου,
  2. καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου.
  1. τίμα τὸκύριον ἀπὸ σῶν δικαίων πόνων,
  2. καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης·
  1. ἴνα πίμπληται τὰ ταμεῖά σου πλησμονῆς σίτῳ,
  2. οἴνῳ δὲ αἱ ληνοί σου ἐκβλύζωσιν.
  1. Υἱέ, μὴ ὀλιγώρει παιδείας Κυρίου,
  2. μηδὲ ἐκλύου ὑπʼ αὐτοῦ ἐλεγχόμενος·
  1. ὃν γὰρ ἀγαπῷ Κύριος ἐλέγχει.
  2. μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
  1. μακάριος ἄνθρωπος ὃς εὗρεν σοφίαν,
  2. καὶ θνητὸς ὃς εἶδεν φρόνησιν.
[*](U+05D0A)[*](21 οτι] pr χρηστοι εσονται οικητορες γης και οσιοι υπολιφθησονται εν αυτη U+05D0* + χρ. εσ. οικ. γης ακακοι δε υπολιφθησονται (υπολειφθ. A) εν αυτη U+05D0c.a A | κατασκηνωσουσιν U+05D0 | om και οσιοι...εν αυτη U+05D0 (hab ӄ οσιοι υπολιφθ. εν αυτη U+05D0c.a) 22 οδοι] + δε A III 3 πιστις U+05D0A | εκλειπετωσαν BᵃᵇA | σε τε U+05D0 (σε U+05D0¹) | χαριν] +γραψον δε αυτας επι το πλατος της καρδιας σου A 5 τη καρδια] om τη U+05D0c.aA 6 πασαις] pr εν A | σου 2⁰] + ο δε πους σου μη προσκοπτη U+05D0c.a 7 εκκλινοι A 8 επιμελια U+05D0 10 πιμπλωνται U+05D0* (πιμπληται U+05D0c.a) | ταμεια Bᵃᵇ (-μια B* U+05D0)] ταμιεια A | σιτου U+05D0c.aA | εκ- βλυζωσιν] εκβυζ. U+05D0 (εκβλυζ. U+05D0¹) 11 παιδιας B*U+05D0 (-δειας BᵃᵇA) 12 ελεγχει] παιδευει U+05D0A 13 ιδεν A)
421
  1. κρεῖττον γὰρ αὐτὴν ἐμπορεύεσθαι
  2. [*](Β)
  3. ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς.
  1. τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν·
  2. οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν.
  3. εὔγνωστός ἐστιν πᾶσιν τοῖς ἐγγίζουσιν αὐτῇ,
  4. πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.
  1. μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῆ δεξιῷ αὐτῆς,
  2. ἐν δὲ τῆ ἀριστερῷ αὐτῆς πλοῦτος καὶ δόξα·
  1. a ¹⁶aἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη,
  2. νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ.
  1. αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαί,
  2. καὶ πάντες οἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ·
  1. ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς,
  2. καὶ τοῖς ἐπερειδομένοις ἐπʼ αὐτὴν ὡς ἐπὶ Κύριον.
  1. ὁ θεὸς τῆ σοφίᾳ ἐθεμελίωσεν τὴν γῆν,
  2. ἡτοίμασεν δὲ οὐρανοὺς φρονήσει·