Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν·
  2. συνάγει δὲ αὕτη τὸν βίον,
  1. καὶ ἀνίσταται ἐκ νυκτῶν.
  2. καὶ ἔδωκεν βρώματα τῷ οἴκῳ
  3. καὶ ἔργα ταῖς θεραπαίναις.
  1. θεωρήσασα γεώργιον ἐπρίατο,
  2. ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσεν κτῆμα.
  1. ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς
  2. ἤρεισεν τοὺς βραχίονας αὐτῆς εἰς ἔργον.
  1. καὶ ἐγεύσατο ὅτι καλόν ἐστιν τὸ ἐργάζεσθαι,
  2. καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα.
  1. τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα,
  2. τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον.
  1. χεῖρας δὲ αὐτῆς διήνοιξεν πένητι,
  2. καρπὸν δὲ ἐξέτεινεν πτωχῷ.
  1. οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς ὅταν που χρονίζῃ,
  2. πάντες γὰρ οἱ παρʼ αὐτῆς ἐνδιδύσκονται.
  1. δισσὰς χλαίνας ἐποίησεν τῷ ἀνδρὶ αὐτῆς,
  2. ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα.