Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ὕβρις ἄνδρα ταπεινοῖ,
- τοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξῃ Κύριος.
- ὃς μερίζεται κλέπτῃ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν·
- ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν,
- φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑπεσκελίσθησαν·
- ὁ δὲ πεποιθὼς ἐπὶ Κυρίῳ εὐφρανθήσεται.
- ἀσέβεια ἀνδρὶ δίδωσιν σφάλμα,
- ὃς δὲ πέποιθεν ἐπὶ τῷ δεσπότῃ σωθήσεται.
- πολλοὶ θεραπεύουσιν πρόσωπα ἡγουμένων,
- παρὰ δὲ Κυρίου γίνεται τὸ δίκαιον ἀνδρί.
- βδέλυγμα δίκαιος ἀνὴρ ἀδίκῳ,
- βδέλυγμα δὲ ἀνόμῳ κατευθύνουσα ὁδός.
- Γυναῖκα ἀνδρείαν τίς εὑρήσει;
- τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν ἡ τοιαύτη.
- θαρσεῖ ἐπʼ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς,
- ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει·
- ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον.
- μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εδχρηστον ταῖς χερσὶν
- αὐτῆς.