Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὃς πλανᾷ εὐθεῖς ἐν ὁδῷ κακῇ
  2. εἰς διαφθορὰν αὐτὸς ἐμπεσεῖται,
  3. οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθὰ
  4. καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά.
  1. σοφὸς παρʼ ἑαυτῷ ἀνὴρ πλούσιος,
  2. πένης δὲ νοήμων καταγνώσεται αὐτοῦ.
  1. διὰ βοήθειαν δικαίων πολλὴ γίνεται δόξα,
  2. ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι.
  1. ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται,
  2. ὁ δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται.
  1. μακάριος ἀνὴρ ὃς καταπτήσσει πάντα δι᾿ εὐλάβειαν,
  2. ὁ δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς.
  1. λέων πεινῶν καὶ λύκος διψῶν
  2. ὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ.
  1. βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης,
  2. [*](U+05D0AC)[*](XXVIII 2 δι] δια AC | κρισις U+05D0 4 εγκαταλειποντες A | εγκωμια- ζουσιν] pr και U+05D0* (om U+05D0c.a) 5 συνησουσιν 1⁰] νοησουσιν BᵃᵇU+05D0 6 εν αληθεια πλουσιου] εν αλ. πλουσιο sup ras B¹fort om εν αληθεια U+05D0* (hab U+05D0c.a): πλουσιους U+05D0* (-σιου U+05D0?) 7 νομους U+05D0* (νομον U+05D0¹) | πατερα] +αυτου U+05D0c.a A 8 πλεονασμων] pr με U+05D0* (om U+05D0¹) | ελεουντι BᵃᵇU+05D0A 9 μη] pr του A 10 αγαθα] pr εις U+05D0 αγαθας A 12 βοηθιαν U+05D0 13 εαυτου] αυτου U+05D0A 14 om δι U+05D0* (hab U+05D0c.a) | ευλαβιαν B* (-βειαν Bᵃᵇ) 15 πίνων (sic) Bᵇ | εθνου A 16 προσοδων] χρηματων U+05D0c.a)
    475
  3. ὁ δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται.
  1. ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος
  2. φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ.
  1. aπαίδευε υἱὸν καὶ ἀγαπήσει σε,
  2. καὶ δώσει κόσμον τῇ σῇ ψυχῇ·
  3. οὐ μὴ ὑπακούσῃς ἔθνει παρανόμῳ.
  1. ὁ πορευόμενος δικαίως βεβοήθηται,
  2. ὁ δὲ σκολιαῖς ὁδοῖς πορευόμενος ἐμπλακήσεται.
  1. ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων,
  2. ὁ δὲ διώκων σχολὴν πλησθήσεται πενίας.
  1. ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται,
  2. ὁ δὲ κακὸς οὐκ ἀτιμώρητος ἔσται.
  1. ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων οὐκ ἀγαθός,
  2. ὁ τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα.
  1. σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος,
  2. καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ.
  1. ὁ ἐλέγχων ἀνθρώπου ἱδοὺς
  2. χάριτας ἕξει μᾶλλον τοῦ γλωσσοχαριτοῦντος.
  1. ὃς ἀποβάλλεται πατέρα ἢ μητέρα καὶ δοκεῖ μὴ ἁμαρτάνειν,
  2. οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς.
  1. ἄπιστος ἀνὴρ κρίνει εἰκῆ,
  2. ὃς δὲ πέποιθεν ἐπὶ Κύριον ἐν ἐπιμελείᾳ ἔσται.
  1. ὃς πέποιθεν θρασείᾳ καρδίᾳ, ὁ τοιοῦτος ἄφρων·
  2. ὃς δὲ πορεύεται σοφίᾳ σωθήσεται.
  1. ὃς δίδωσιν πτωχοῖς οὐκ ἐνδεηθήσεται,
  2. ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτοῦ ἐν πολλῇ ἀπορίᾳ
  3. ἔσται.
  1. ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι,
  2. ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι.