Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • κρείσσων ἀνὴρ ἐλέγχων ἀνδρὸς σκληροτραχήλου,
  • ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις.
    1. ἐγκωμιαζομένων δικαίων εὐφρανθήσονται λαοί,
    2. [*](17 ασφαλια U+05D0 17a υπακουσεις U+05D0* -σει U+05D0c.a -ση A 18 δικαιος U+05D0A U+05D0* (-ως U+05D0c.a) | εμπλακησεται] εμπλακησετ sup ras B¹fort 20 αξιοπιστο- τερος A 24 αποβαλλεται] αποβιαζεται A 25 απιστος] απληστος A | ος] ο U+05D0* (ος U+05D0c.a) 27 πτωχοις] pro ο inst θ U+05D0? | απορεια U+05D0 28 στε- νουσιν U+05D0A | απωλια U+05D0 XXIX 1 εστιν] εσται U+05D0A 2 εγκωμιαζομενων δικαιων] εγκωμιαζομενου δε δικαιου A)
      476
      [*](B)
    3. ἀρχόντων δε ἀσεβῶν στένουσιν ἄνδρες.
    1. ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται πατὴρ αὐτοῦ,
    2. ὃς δὲ ποιμαίνει πόρνας ἀπολεῖ πλοῦτον.
    1. βασιλεὺς δίκαιος ἀνίστησιν χώραν,
    2. ἀνὴρ δὲ παράνομος κατασκάπτει.
    1. ὃς παρασκευάζεται ἐπὶ πρόσωπον τοῦ ἑαυτοῦ φίλου δίκτυον,
    2. περιβάλλει αὐτὸ τοῖς ἑαυτοῦ ποσίν.
    1. ἁμαρτάνοντι ἀνδρὶ μεγάλη παγίς,
    2. δίκαιος δὲ ἐν χαρᾷ καὶ ἐν εὐφροσύνῃ ἔσται.
    1. ἐπίσταται δίκαιος κρίνειν πενιχροῖς,
    2. ὁ δὲ ἀσεβὴς οὐ νοεῖ γνῶσιν,
    3. καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων.
    1. ἄνδρες ἄνομοι ἐξέκαυσαν πόλιν,
    2. σοφοὶ δὲ ἀπέστρεψαν ὀργήν.
    1. ἀνὴρ σοφὸς κρίνει ἔθνη,
    2. ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ
    3. καταπτήσσει.
    1. ἄνδρες αἱμάτων μέτοχοι μισοῦσιν ὅσιον,
    2. οἱ δὲ εὐθεῖς ἐκζητήσουσιν ψυχὴν αὐτοῦ.
    1. ὅλον τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων,
    2. σοφὸς δὲ ταμιεύεται κατὰ μέρος.
    1. βασιλέως ἐπακούοντος λόγον ἄδικον,
    2. πάντες οἱ ὑπʼ αὐτὸν παράνομοι.
    1. δανιστοῦ καὶ χρεοφιλέτου ἀλλήλοις συνελθόντων,
    2. ἐπισκοπὴν ἀμφοτέρων ποιεῖται ὁ κύριος.
    1. βασιλέως ἐν ἀληθείᾳ κρίνοντος πτωχούς,
    2. ὁ θρόνος αὐτοῦ εἰς μαρτύριον κατασταθήσεται.
    1. πληγαὶ καὶ ἔλεγχοι διδόασιν σοφίαν,
    2. παῖς δὲ πλανώμενος αἰσχύνει γονεῖς αὐτοῦ.
    1. πολλῶν ὄντων ἀσεβῶν πολλαὶ γίνονται ἁμαρτίαι,
    2. οἱ δὲ δίκαιοι ἐκείνων πιπτόντων κατάφοβοι γίνονται.
    1. παίδευε υἱόν σου καὶ ἀναπαύσει σε,
    2. καὶ δώσει κόσμον τῇ ψυχῇ σου.
    [*](U+05D0A)[*](2 ασεβου U+05D0* (ασεβων U+05D0¹) 3 πατηρ] pr ο U+05D0c.aA 5 παρασκευεται U+05D0* (-αζεται U+05D0c.a ) | περιβαλει U+05D0 6 om εν 2⁰ A 7 νοει] συνησει U+05D0c.aA | νους] γνους U+05D0* (νους U+05D0?) 8 ανομοι] λοιμοι A | απεκρυψαν U+05D0 10 μι- σουσιν] μεισησουσιν U+05D0 ζητησουσιν A 12 υπακουοντος A 13 δανει- στου Bᵃ?ᵇ | χρεοφειλετου BᵃᵇU+05D0 | αλληλων A | ποιειται αμφοτερων B?U+05D0A 14 αληθια U+05D0 15 πηγαι A* (πλ. Aᵃ?))
    477
    1. οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ,
    2. [*](B)
    3. ὁ δὲ φυλάσσων τὸν νόμον μακαριστός.
    1. λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός·
    2. ἐὰν γὰρ καὶ νοήσῃ, ἀλλʼ οὐχ ὑπακούσεται.
    1. ἐὰν ἴβῃς ἄνδρα ταχὺν ἐν λόγοις,
    2. γίνωσκε ὅτι ἐλπίδα ἔχει μᾶλλον ἄφρων αὐτοῦ.