Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἀφελοῦ πορείαν σκελῶν
- καὶ παρανομίαν ἐκ στόματος ἀφρόνων.
- ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ,
- ὅμοιός ἐστιν τῷ διδόντι ἄφρονι δόξαν.
- ἄκανθαι φύονται ἐν χειρὶ μεθύσου,
- δουλεία δὲ ἐν χειρὶ τῶν ἀφρόνων.
- πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀφρόνων,
- συντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν.
- ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον καὶ μισητὸς
- γένηται,
- οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ
- ἁμαρτίαν.
- ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν,
- καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις.
- εἶδον ἄνδρα δόξαντα παρʼ ἑαυτῷ σοφὸν εἶναι,
- ἐλπίδα μέντοι ἔσχεν μᾶλλον ἄφρων αὐτοῦ.
- λέγει ὀκνηρὸς ἀποστελλόμενος εἰς ὁδόν
- Λέων ἐν ταῖς ὁδοῖς.
- ὥσπερ θύρα στρέφεται ἐπὶ τοῦ στρόφιγγος,
- οὕτως ὀκνηρὸς ἐπὶ τῆς κλίνης αὐτοῦ.
- κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ
- οὐ δυνήσεται ἐπενεγκεῖν ἐπὶ στόμα.
471
- σοφώτερος ἑαυτῷ ὀκνηρὸς φαίνεται [*](B)
- τοῦ ἐν πλησμονῇ ἀποκομίζοντος ἀγγελίαν.
- ὥσπερ ὁ κρατῶν κέρκου κυνός,
- οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως.
- ὥσπερ οἱ ἰώμενοι προβάλλουσιν λόγους εἰς ἀνθρώπους,
- ὁ δὲ ἀπαντήσας τῷ λόγῳ πρῶτος ὑποσκελισθήσεται·
- οὕτως πάντες οἱ ἐνεδρεύοντες τοὺς ἑαυτῶν φίλους,
- ὅταν δὲ ὁραθῶσιν, λέγουσιν ὅτι Παίζων ἔπραξα.
- ἐν πολλοῖς ξύλοις θάλλει πῦρ,
- ὅπου δὲ οὐκ ἔστιν δίθυμος, ἡσυχάζει μάχη.
- ἐσχάρα ἄνθραξιν καὶ ξύλα πυρί,
- ἀνὴρ δὲ λοίδορος εἰς ταραχὴν μάχης.
- λόγοι κερκώπων μαλακοί,
- οὗτοι δὲ τύπτουσιν εἰς ταμεῖα σπλάγχνων.
- ἀργύριον διδόμενον μετὰ δόλου ὥσπερ ὄστρακον ἡγητέον·
- §χείλη λεῖα καρδίαν καλύπτει λυπηράν.
- χείλεσιν πάντα ἐπινεύει ἀποκλαιόμενος ἐχθρούς,
- ἐν δὲ τῇ καρδίᾳ τεκταίνεται λόγους.
- ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς·
- ἑπτὰ γὰρ πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ.