Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ὁ κρύπτων ἔχθραν συνίστησιν δόλον,
- ἐνκαλύπτει δὲ τὰς ἑαυτοῦ ἁμαρτίας εὔγνωστος ἐν
- συνεδρίοις.
- ὁ ὀρύσσων βόθρον τῷ πλησίον ἐμπεσεῖται εἰς αὐτόν·
- ὁ δὲ κυλίων λίθον ἐφʼ ἑαυτὸν κυλίει.
- γλῶσσα ψευδὴς μισεῖ ἀλήθειαν,
- στόμα δὲ ἄστεγον ποιεῖ ἀκαταστασίας.
472
[*](B)- ἐγκωμιαζέτω σε ὁ πέλας καὶ μὴ τὸ σὸν στόμα,
- ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη.
- βαρὺ λίθος καὶ δυσβάστακτον ἄμμος,
- ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων.
- ἀνελεήμων θυμὸς καὶ ὀξεῖα ὀργή,
- ἀλλ᾿ οὐδένα ὑφίσταται ζῆλος.
- κρείσσους ἔλεγχοι ἀποκεκαλυμμένοι κρυπτομένης φιλίας.
- ἀξιοπιστότερά ἐστιν τραύματα φίλου
- ἢ ἑκούσια φιλήματα ἐχθροῦ.
- ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει,
- ψυχῇ δὲ ἐν ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκέα φαίνεται.
- ὥσπερ ὅταν ὄρνεον καταπετασθῇ ἐκ τῆς ἰδίας νοσσιᾶς,
- οὕτως ἄνθρωπος δουλοῦται ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων
- τόπων.
- μύροις καὶ οἴνοις καὶ θυμιάμασιν τέρπεται καρδία,
- καταρήγνυται δὲ ὑπὸ συμπτωμάτων ψυχή.
- φίλον σὸν ἢ φίλον πατρῷον μὴ ἐγκαταλίπῃς,
- εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθῃς ἀτυχῶν·
- κρείσσων φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν οἰκῶν.
- Σοφὸς γίνου, υἱέ, ἵνα σου εὐφραίνηται ἡ καρδία,
- καὶ ἀπόστρεψον ἀπὸ σοῦ ἐπονειδίστους λόγους.
- πανοῦργος κακῶν ἐπερχομένων ἀπεκρύβη,
- ἄφρονες δὲ ἐπελθόντες ζημίαν τίσουσιν.
- ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ, παρῆλθεν γάρ·
- ὑβριστὴς ὅστις τὰ ἀλλότρια λυμαίνεται.
- ὃς ἂν εὐλογῇ φίλον τὸ πρωὶ μεγάλῃ τῇ φωνῇ,
- καταρωμένου οὐδὲν διαφέρειν δόξει.
- σταγόνες ἐκβάλλουσιν ἄνθρωπον ἐν ἡμέρᾳ χειμερινῇ ἐκ τοῦ
- οἴκου· [*](U+05D0AC)[*](XXVII 2 το πελας A 4 ουδενα] ουδεν AC | υφιστατο C 5 αποκε- καλυμμενοι] αποκαλυπτομενοι AC 6 om εστιν AC 7 om εν 2°U+05D0c.aAC | γλυκια U+05D0AC (-κεια) | φαινεται] φερει U+05D0 (φενεται U+05D0c.a) 8 ορνεον οταν AC | δουλουται] καταδουλουται C 9 και 2⁰] θαι A* (και Aᵃ?) | θυμιασιν U+05D0 θυμιαμασι C | καταρρηγνυται A | συνπτωματων U+05D0C 10 η 1⁰] και A | εγκαταλειπης A | κρεισσων] κρισσον U+05D0A | om η 2° U+05D0* (hab U+05D0c.a) 11 σου ευφραινηται] ευφραινηται (-τε U+05D0) σου U+05D0A ευφρ. μου C 12 επελθοντες] ελθοντες A παρελθοντες C 13 post γαρ distinx AC | λυμαινεται Bᵇ] λοιμαινεται B*U+05D0A (λοιμενετε) C 14 διαφερει A | δοξη C 15 ημερα] ημερ sup ras 3 fort litt B? | οικου 1⁰] + αυτου AC)
- ὡσαύτως καὶ γυνὴ λοίδορος ἐκ τοῦ ἰδίου οἴκου.
473
- βορέας σκληρὸς ἄνεμος,
- ὀνόματι δὲ ἐπιδέξιος καλεῖται.
- σίδηρος σίδηρον ὀξύνει,
- ἀνὴρ δὲ παροξύνει πρόσωπον ἑταίρου.