Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὁδὸς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ.
  1. ὥσπερ ὄξος ἕλκει ἀσύμφορον,
  2. οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ.
  1. aὥσπερ σὴς ἐν ἱματίῳ καὶ σκώληξ ξύλῳ,
  2. οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν.
  1. ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν,
  2. ἐὰν διψᾷ, πότιζε αὐτόν·
  1. τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν
  2. αὐτοῦ,
  3. ὁ δὲ Κύριος ἀνταποδώσει σοι ἀγαθά.
  1. ἄνεμος βορέας ἐξεγείρει νέφη,
  2. πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει.
  1. κρεῖττον οἰκεῖν ἐπὶ γωνίας δώματος
  2. ἢ μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇ.
  1. ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνές.
  2. οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν.
  1. ὥσπερ εἴ τις πηγὴν φράσσοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο,
  2. οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦς.
  1. ἐσθίειν μέλι πολὺ οὐ καλόν,
  2. τιμᾷν δὲ χρὴ λόγους ἐνδόξους.
  1. ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη καὶ ἀτείχιστος,
  2. οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει.
  • ὥσπερ δρόσος ἐν ἀμήτῳ καὶ ὥσπερ ὑετὸς ἐν θέρει,
  • οὕτως οὐκ ἔστιν ἄφρονι τιμή.
  • [*](16 πλησθεις] εμπλησθεις U+05D0 17 εισαγαγε U+05D0 | σεαυτου] pr τον U+05D0A | U+05D0A μσησει A 18 ροπανον U+05D0* (ροπαλον U+05D0c.a) | ακιδωτον] ακηλιδωτον U+05D0c.aA | om και 3° U+05D0c.a | ανηρ] pr ο A | καταμαρτυρων] + κατα A | αυτου] εαυτου A 9 οδους A 20 om εν U+05D0A 20a om εν U+05D0 | βλαπτει] βαπτει U+05D0* βλ. U+05D0c.a) 21 ψωμιζε] τρεφε U+05D0A 22 ποιων] ποιησας U+05D0* (ποιων U+05D0c.a) | om πυρος A | της κεφαλης U+05D0* (την κεφαλην U+05D0c.a) | ανταποδωσει] ανταπο- ειδωσει A 23 βορρεας Bᵇ?c? 24 κρισσον A 25 διψωση] ωση U+05D0* (διψ. U+05D0c.a) 26 λοιμαινοιτο B* (λυμ. Bᵇ) 28 πολι U+05D0* πολις U+05D0c.a))
    470
    [*](B)
    1. ὥσπερ ὄρνεα πέταται καὶ στρουθοί,
    2. οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται οὐδενί.
    1. ὥσπερ μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ,
    2. οὕτως ῥάβδος ἔθνει παρανόμῳ.
    1. μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἐκείνου ἀφροσύνην,
    2. ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ·
    1. ἀλλὰ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ,
    2. ἵνα μὴ φαίνηται σοφὸς παρʼ ἑαυτῷ.
    1. ἐκ τῶν ἑαυτοῦ ὁδῶν ὄνειδος ποιεῖται
    2. ὁ ἀποστείλας δι᾿ ἀγγέλου ἄφρονος λόγον.
    1. ἀφελοῦ πορείαν σκελῶν
    2. καὶ παρανομίαν ἐκ στόματος ἀφρόνων.
    1. ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ,
    2. ὅμοιός ἐστιν τῷ διδόντι ἄφρονι δόξαν.
    1. ἄκανθαι φύονται ἐν χειρὶ μεθύσου,
    2. δουλεία δὲ ἐν χειρὶ τῶν ἀφρόνων.