Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. χάρις καὶ φιλία ἐλευθεροῖ,
  2. ἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ,
  3. ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως.
  1. μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου,
  2. οὕτως εἰπεῖν λόγον.
  1. εἰς ἐνώτιον χρυσοῦν καὶ σάρδιον πολυτελὲς δέδεται,
  2. λόγος σοφὸς εἰς εὐήκοον οὖς.
  1. ὥσπερ ἔξοδος ἐν ἀμήτῳ κατὰ καῦμα ὠφελεῖ,
  2. οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν·
  3. ψυχὰς γὰρ τῶν αὐτῷ χρωμένων ὠφελεῖ.
  1. ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ ἐπιφανέστατα,
  2. οὕτως ὁ καυχώμενος ἐπὶ δόσει ψευδεῖ
  1. ἐν μακροθυμίᾳ εὐοδία βασιλεῦσιν,
  2. γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστᾶ.
  1. μέλι εὑρὼν φάγε τὸ ἱκανόν,
  2. [*](U+05D0A)[*](4 τυπτε] κρυπτε A 6 δυνατων U+05D0* (-στων U+05D0c.a) 7 το ρηθηναι σοι U+05D0A | ταπεινωσαι] ταπινωθηναι U+05D0 | ιδον A 8 εσχατῶ U+05D0A | αν] pr δ A | om σος A 10 om σου U+05D0 | εχθρα] + σου U+05D0 11 χρυσεον A | λογον] +επι αρμοζουσιν U+05D0c.a 12 om και U+05D0c.aA 13 εξοδος] χιονος U+05D0A 14 επιφανεστατοι U+05D0c.aA | οι καυχωμενοι BᵃᵇU+05D0A)
    469
  3. μή ποτε πλησθεὶς ἐξεμέσῃς.
[*](B)
  1. σπάνιον εἴσαγε σὸν πόδα πρὸς σεαυτοῦ φίλον,
  2. μή ποτε πλησθείς σου μισήσῃ σε.
  1. ῥόπαλον καὶ μάχαιρα καὶ τόξευμα ἀκιδωτόν,
  2. οὕτως καὶ ἀνὴρ ὁ καταμαρτυρῶν τοῦ φίλου αὐτοῦ μαρτυρίαν
  3. ψευδῆ.
  1. ὁδὸς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ.