Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Aὗται αἱ παιδεῖαι Σαλωμῶντος αἱ ἀδιάκριτοι, ἃς ἐξεγράψαντο
  • οἱ φίλοι Ἑζεκίου τοῦ βασιλέως τῆς Ἰουδαίας.
    1. Δόξα θεοῦ κρύπτει λόγον,
    2. δόξα δὲ βασιλέως τιμᾷ πράγματα.
    [*](68 εσται] εσθε U+05D0* (εστε U+05D0c.a) | μυκτηρα U+05D0 | εξελκης] εξελκυσης U+05D0 | κρισις U+05D0 U+05D0A 0 om τι 1⁰ U+05D0* (hab U+05D0c.a) | om τηρησεις U+05D0c.a 71 γυναιξιν U+05D0A | σον 1⁰] του A 72 θυμωδει B* (-δεις Bᵃᵇ) | om δε A 73 επιλαθωνται] επιλαθων U+05D0* (-νται U+05D0c.a) επιλανθωνται (sic) A | κριναι] κρινειν A 75 πονων] ποδων U+05D0* (πον. U+05D0¹) | μνησ|σθωσιν B* (μνη|σθ. Bᵃᵇ) 77 κρινε] διακρινε U+05D0 κριναι A | om δε U+05D0 XX V 1 παιδειαι] παροιμιαι U+05D0c.aA | Σαλομωντος U+05D0 Σολομωντος A 3 πραγματα] προσταγματα BcA)
    468
    [*](B)
    1. οὐρανὸς ὑψηλός, γῆ δὲ βαθεῖα,
    2. καρδία δὲ βασιλέως ἀνεξέλεγκτος.
    1. τύπτε ἀδόκιμον ἀργύριον,
    2. καὶ καθαρισθήσεται καθαρὸν ἅπαν·
    1. κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως,
    2. καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ.
    1. μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως,
    2. μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο·
    1. κρεῖσσον γάρ σοι τὸ ῥηθῆναι Ἀνάβαινε πρὸς μέ,
    2. ἢ ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου.
    3. ἃ εἶδον οἱ ὀφθαλμοί σου λέγε.
    1. μὴ πρόσπιπτε εἰς μάχην ταχέως,
    2. ἵνα μὴ μεταμεληθῇς ἐπʼ ἐσχάτῳ,
    3. ἡνίκα ἄν σε ὀνειδίσῃ ὁ σὸς φίλος.
    1. ἀναχώρει εἰς τὰ ὀπίσω, μὴ καταφρόνει,
    1. μή σε ὀνειδίσῃ μὲν ὁ φίλος·
    2. ἡ δὲ μάχη σου καὶ ἡ ἔχθρα οὐκ ἀπέσται,
    3. ἀλλ᾿ ἔσται σοι ἴση θανάτῳ.