Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἴχνη ἀετοῦ πετομένου,
- καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας,
- καὶ τρίβους νηὸς ποντοπορούσης,
- καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι.
- τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος,
- ἢ ὅταν πράξῃ, ἀπονιψαμένη οὐδέν φησιν πεπραχέναι
- ἄτοπον.
- διὰ τριῶν σείεται ἡ γῆ,¶
- τὸ δὲ τέταρτον οὐ δύναται φέρειν·
- ἐὰν οἰκέτης βασιλεύσῃ,
- καὶ ἄφρων πλησθῇ σιτίων,
- καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν,
- καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ.
- τέσσαρα δὲ ἐλάχιστα ἐπὶ τῆς γῆς,
- ταῦτα δέ ἐστιν σοφώτερα τῶν σοφῶν·
- οἱ μύρμηκες οἷς μὴ ἔστιν ἰσχύς,
- καὶ ἑτοιμάζονται θέρους τὴν τροφήν·
- καὶ οἱ χοιρογρύλλιοι, ἔθνος οὐκ ἰσχυρόν,
- οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους·
- ἀβασίλευτόν ἐστιν ἡ ἀκρίς,
- καὶ στρατεύει ἀφʼ ἑνὸς κελεύσματος εὐτάκτως·
- καὶ καλαβώτης χερσὶν ἐρειδόμενος καὶ εὐάλωτος ὤν,
- κατοικεῖ ἐν ὀχυρώμασιν βασιλέων.
- τρία δέ ἐστιν ἃ εὐόδως πορεύεται,
- καὶ τέταρτον ὃ καλῶς διαβαίνει·
- σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν,
- ὃς οὐκ ἀποστρέφεται οὐδὲ καταπτήσσει κτῆνος,
- καὶ ἀλέκτωρ ἐνπεριπατῶν θηλείαις εὔψυχος,
- καὶ τράγος ἡγούμενος αἰπολίου,
- καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει.
- ἐὰν πρόῃ σεαυτὸν ἐν εὐφροσύνῃ,
- καὶ ἐκτείνῃς τὴν χεῖρά σου μετὰ μάχης, ἀτιμασθήσῃ.
467
- ἄμελγε γάλα, καὶ ἔσται βούτυρον· [*](B)
- ἐὰν δὲ ἐκπιέζῃς μυκτῆρας, ἐξελεύσεται αἷμα·
- ἐὰν δὲ ἐξέλκῃς λόγους, ἐξελεύσονται κρίσεις καὶ μάχαι.
- Οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ θεοῦβασιλέως
- χρηματισμὸς ὃν ἐπαίδευσεν ἡ μήτηρ αὐτοῦ.
- τί, τέκνον, τηρήσεις ; τί; ῥήσεις θεοῦ·
- πρωτογενές, σοὶ λέγω, υἱέ·
- τί, τέκνον ἐμῆς κοιλίας;
- τί, τέκνον ἐμῶν εὐχῶν;
- μὴ δῷς γυναιξὶ σὸν πλοῦτον,
- καὶ τὸν σὸν νοῦν καὶ βίον εἰς ὑστεροβουλίαν.
- μετὰ βουλῆς πάντα ποίει,
- μετὰ βουλῆς οἰνοπότει.
- οἱ δυνάσται θυμώδεις εἰσίν,
- οἶνον δὲ μὴ πινέτωσαν·
- ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας,
- καὶ ὀρθὰ κρῖναι οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς.