Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἔκγονον κακὸν πατέρα καταρᾶται,
- τὴν δὲ μητέρα οὐκ εὐλογεῖ.
- ἔκγονον κακὸν δίκαιον ἑαυτὸν κρίνει,
- τὴν δὲ ἔξοδον αὐτοῦ οὐκ ἀπένιψεν.
- ἔκγονον κακὸν ὑψηλοὺς ὀφθαλμοὺς ἔχει,
- τοῖς δὲ βλεφάροις αὐτοῦ ἐπαίρεται.
- ἔκγονον κακὸν μαχαίρας τοὺς ὀδόντας ἔχει
- καὶ τὰς μύλας τομίδας, ὥστε ἀναλίσκειν
- καὶ κατεσθίειν τοὺς ταπεινοὺς ἀπὸ τῆς γῆς
- καὶ τοὺς πένητας αὐτῶν ἐξ ἀνθρώπων.
- Ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοφοῖς ἐπιγινώσκειν·
- αἰδεῖσθαι πρόσωπον ἐν κρίσει οὐ καλόν.
- ὁ εἰπὼν τὸν ἀσεβῆ Δίκαιός ἐστιν, [*](U+05D0AC)[*](27 ανεμουν A*vid (- μους A?) | των ακρων] pr παντων AC | om τι ονομα (2⁰) A | τοις τεκνοις] τωι υιωι (sic) Aᵇ?c? | αυτου] + ινα γνως AC 28 om γαρ AC | υπερασπισει A υπερασπιει C 29 ελεγξη] εξελεγξη U+05D0 31 πενιαν] παιδιαν A | τα δεοντα] pr παντα A | om και 3⁰ U+05D0c.aA | τα αυταρκη] om τα U+05D0* (hab U+05D0c.a sed postea del) A 32 ομοσω C 33 καταρησηται U+05D0* (κατα- ρασηται U+05D01(vid)c.a) καταρασεται C 35 εαυτον] αυτον C | αυτου] εαυτου U+05D0 37 μαχαιρας] pr της C*vid (ras 3 litt C?) | στομιδας U+05D0A | om και κατεσ- θιειν A | ταπεινους] ασθενεις C 38 om αιδεισθαι...ου καλον U+05D0 | αιδεσθαι A | ου καλον εν κρισι A)
- ἐπικατάρατος λαοῖς ἔσται καὶ μισητὸς εἰς ἔθνη·
465
- οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται,
- ἐπʼ αὐτοὺς δὲ ἥξει εὐλογία.
- χείλη δὲ φιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς.
- ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου,
- καὶ παρασκευάζου εἰς τὸν ἀγρόν,
- καὶ πορεύου κατόπισθέν μου
- καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου.
- μὴ ἵσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην,
- μηδὲ πλατύνου σοῖς χείλεσιν.
- μὴ εἴπῃς Ὃν τρόπον ἐχρήσατό μοι χρήσομαι αὐτῷ,
- τίσομαι δὲ αὐτὸν ἅ με ἠδίκησεν.
- ὥσπερ γεώργιον ἀνὴ
- καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενῶν·
- ἐὰν ἀφῇς αὐτόν, χερσωθήσεται
- καὶ χορτομανήσει ὅλος, καὶ γίνεται ἐκλελιμμένος,
- οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται.
- ὕστερον ἐγὼ μετενόησα,
- ἀπέβλεψα τοῦ ἐκλέξασθαι παιδείαν.
- ὀλίγον νυστάζω, ὀλίγον δὲ καθυπνῶ,
- ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶν στήθη·
- ἐὰν δὲ τοῦτο ποιῇς, ἥξει προπορευομένη ἡ πενία σου,
- καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς.
- Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι.
- καὶ αἱ τρεῖς αὗται οὐκ ἐνεπίμπλασαν αὐτήν.
- καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν Ἱκανόν·
- ᾅδης καὶ ἔρως γυναικὸς
- καὶ τάρταρος καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος
- καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν Ἀρκεῖ.
- ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρός,
- ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων,
- καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν.
466
[*](B)- τρία δέ ἐστιν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ
- ἐπιγινώσκω·