Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει,
  2. καὶ ἐνδύσεται διερρηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης.
  1. ἄκουε, υἱέ, πατρὸς τοῦ γεννήσαντός σε,
  2. καὶ μὴ καταφρόνει ὅτι γεγήρακέν σου ἡ μήτηρ.
[*](U+05D0AC)[*](8 λοιμανειται B*C (λυμ. BᵇU+05D0A) 9 μυκτηρισει C 10 αιωνια] + α εθεντο οι πατερες σου A 11 κραταιος εστιν c praec coniung AC 12 παιδιαν B*U+05D0A (-δειαν BᵃᵇC) 13 παιδευων A 15 σοφος C 16 ενδιατριψη A 17 ζηλωτου B* (-λουτω Bᵃᵇ) 18 εκγονα] εγγονα A 19 γενου] γεινου BᵃU+05D0 γινου BᵇAC | εννοιας] εννοιαν U+05D0c.a 20 εκτεινου] εκλυου C | κρεων] + τε U+05D0 c.aAC 21 πτωχευσει] pr και U+05D0* (om και U+05D0¹) πτωχευ.. (πτωχευει nisi potius πτωχευσι) C | ρακωδη] ρακκωδη U+05D0c.a ρα... (cett perier usque fin lin) C)
461
  1. καλῶς ἐκτρέφει πατὴρ δίκαιος,
  2. [*](B)
  3. ἐπὶ δὲ υἱῷ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ.
  1. εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοί,
  2. καὶ χαιρέτω ἡ τεκοῦσά σε.¶
[*](¶C)
  1. δός μοι, υἱέ, σὴν καρδίαν·
  2. οἱ δὲ σοὶ ὀφθαλμοὶ ἐμὰς ὁδοὺς τηρείτωσαν.
  1. πίθος γὰρ τετρημένος ἐστὶν ἀλλότριος οἶκος
  2. καὶ φρέαρ στενὸν ἀλλότριον.
  1. οὗτος γὰρ συντόμως ἀπολεῖται,
  2. καὶ πᾶς παράνομος ἀναλωθήσεται.
  1. τίνι οὐαί; τίνι θόρυβος ; τίνι κρίσις;
  2. τίνι δὲ ἀηδία καὶ λέσχαι ;
  3. τίνι συντρίμματα διὰ κενῆς;
  4. τίνος πελιοὶ ὀφθαλμοί;
  1. οὐ τῶν ἐνχρονιζόντων ἐο οἴνοις;
  2. οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται;
  1. μὴ μεθύσκεσθε ἐν οἴνοις, ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις,
  2. καὶ ὁμιλεῖτε ἐν περιπάτοις·
  3. ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς
  4. ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου·
  1. τὸ δὲ ἔσχατον ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται,
  2. καὶ ὥσπερ ὑπὸ κεράστου διαχεῖται αὐτῷ ὁ ἰός.
  1. οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν,
  2. τὸ στόμα σου τότε λαλήσει σκολιά,
  1. καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης,
  2. καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι.
  1. ἐρεῖς δέ Τύπτουσίν με καὶ οὐκ ἐπόνεσα,
  2. καὶ ἐνέπαιξάν μοι, ἐγὼ δὲ οὐκ ᾔδειν·
  3. πότε ὄρθρος ἔσται, ἵνα ἐλθὼν ζητήσω μεθʼ ὧν συνελεύσομαι;
  • υἱέ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας,
  • μηδὲ ἐπιθυμήσῃς εἶναι μετ᾿ αὐτῶν·
  • [*](26 εμας] pr ο U+05D0* (om ο U+05D0¹) 27 εστιν τετρημενος U+05D0 28 ουτως A U+05D0A 29 om δε U+05D0c.aA | αηδιαι U+05D0A | πελιοι U+05D0* (πελειοι B*vidA)] πελιδνοι Bᵇ?c? (sup ras) μελανες Bᵃᵐᵍ et superius φλυαριαι (φλοιαριαι corr) ομιλιαι ενφιλονικοι Ba | οφθαλμοι] pr οι BᵃU+05D0 30 εγχρονιζοντων Bᵃᵇ 31 εν οινοις] οινοις U+05D0 οινω A | τα ποτηρια] pr εις U+05D0A | γυμνοτερος] γυμνος U+05D0* (- νοτερος U+05D0c.a) | περου] υπεροης U+05D0* (-ρου U+05D0c.a) 32 αυτω] αυτου A 35 ορθρος] ρθος U+05D0)
    462
    [*](B)
    1. ψευδῆ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν,
    2. καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ.
    1. μετὰ σοφίας οἰκοδομεῖται οἶκος,
    2. καὶ μετὰ συνέσεως ἀνορθοῦται·
    1. μετὰ αἰσθήσεως ἐμπίμπλανται ταμεῖα
    2. ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ.
    1. κρείσσων σοφὸς ἰσχυροῦ,
    2. καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου.
    1. μετὰ κυβερνήσεως γίνεται πόλεμος,
    2. βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς.