Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυναστῶν,
  • νοητῶς νόει τὰ παρατιθέμενά σοι,
    1. καὶ ἐπίβαλλε τὴν χεῖρά
    2. σου,
    3. εἰδὼς ὅτι τοιαῦτά σε δεῖ παρασκευάσαι.
    1. εἰ δὲ ἀπληστότερος εἶ, ³μὴ ἐπιθύμει τῶν ἐδεσμάτων αὐτοῦ·
    2. ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς.
    1. μὴ παρεκτείνου πένης ὢν πλουσίῳ,
    2. τῇ δὲ σῇ ἐννοίᾳ ἀπόσχου.
    1. ἐὰν ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτόν, οὐδαμοῦ πεσεῖται·
    2. κατεσκεύασται γὰρ αὐτῷ πτέρυγες ὥσπερ ἀετοῦ,
    3. καὶ ὑποστρέφει εἰς τὸν οἶκον τοῦ προεστηκότος αὐτοῦ.
    1. μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ, μηδὲ ἐπιθύμει τῶν βρωμάτων
    2. αὐτοῦ·
    1. ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα,
    2. οὕτως ἐσθίει καὶ πίνει.
    3. [*](21 αποκρινασθαι A + σε AC | λογους] λογον U+05D0 λογοις A | αληθιαν U+05D0* U+05D0AC (αληθιας U+05D0c.a) | σοι] σε A 22 om γαρ C 23 om Κυριος U+05D0* (hab U+05D0c.a) | αυτου] εαυτου A | κρισιν] ψυχην U+05D0* (κρ. U+05D0c.a) δικην A | ψυχην ασυλον U+05D0 27 εχης AC | αποτεισης U+05D0c.a αποτισης A (-σεις Capp) | ληψονται C | πλερας C*vid (υ superscr C?) 29 βασιλευσιν U+05D0 | παραστηναι bis C ταρισταναι (2⁰) A | ανδρασιν U+05D0 XXIII 1 δυναστου AC 2 την χειρα] τας χειρας C 3 επιθυμη C 4 παρεκτεινου (-τινου U+05D0c.a AC)] παρεκτινης U+05D0* 5 προς] επ U+05D0* (προς U+05D0c.a) | πεσειται] φανιται U+05D0c.a φανειται AC | πτερυγας U+05D0* (-γαις U+05D0c.a) | αυτου] αυτον C 6 βρωματων] εδεσματων C)
      460
      [*](B)
    4. μηδὲ πρὸς σὲ εἰσαγάγῃς αὐτὸν καὶ φάγῃς τὸν ψωμόν σου
    5. μετʼ αὐτοῦ·
    1. ἐξεμέσει γὰρ αὐτὸν καὶ λυμανεῖται τοὺς λόγους σου τοὺς
    2. καλούς.
    1. εἰς ὦτα ἄφρονος μηδὲν λέγε,
    2. μή ποτε μυκτηρίσῃ τοὺς συνετοὺς λόγους σου.
    1. μὴ μεταθῇς ὅρια αἰώνια,
    2. εἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς·
    1. ὁ γὰρ λυτρούμενος αὐτοὺς Κύριος·
    2. κραταιός ἐστιν, καὶ κρινεῖ τὴν κρίσιν αὐτῶν μετὰ σοῦ.
    1. δὸς εἰς παιδείαν τὴν καρδίαν σου,
    2. τὸ δὲ ὦτά σου ἑτοίμασον λόγοις αἰσθήσεως.
    1. μὴ ἀπόσχῃ νήπιον παιδεύειν,
    2. ὅτι ἐὰν πατάξῃς αὐτὸν ῥάβδῳ, οὐ μὴ ἀποθάνῃ·
    1. σὺ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδῳ,
    2. τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ.
    1. υἱέ, ἐὰν σοφὴ γένηταί σου ἡ καρδία,
    2. εὐφρανεῖς καὶ τὴν ἐμὴν καρδίαν,
    1. καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη, ἐὰν
    2. ὀρθὰ ὦσιν.
    1. μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς,
    2. ἀλλὰ ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν.
    1. ἐὰν γὰρ τηρήσῃς αὐτά, ἔσται σοι ἔκγονα,
    2. ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται.
    1. ἄκουε, υἱέ, καὶ σοφὸς γενοῦ,
    2. καὶ κατεύθυνε ἐννοίας σῆς καρδίας.
    1. μὴ ἴσθι οἰνοπότης, μηδὲ ἐκτείνου συμβολαῖς, κρεῶν ἀγορασμοῖς·