Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. βδέλυγμα Κυρίῳ δισσὸν στάθμιον,
  2. καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ.
  1. παρὰ Κυρίου εὐθύνεται τὰ διαβήματα ἀνδρί,
  2. θνητὸς δὲ πῶς ἂν νοήσαι τὰς ὁδοὺς αὐτοῦ;
  1. παγὶς ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι,
  2. μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται.
  1. λικμήτωρ ἀσεβῶν βασιλεὺς σοφός,
  2. καὶ ἐπιβαλεῖ αὐτοῖς τροχόν.