Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. στάθμιον μέγα καὶ μικρὸν καὶ μέτρα δισσά,
  2. [*](B)
  3. ἀκάθαρτα ἐνώπιον Κυρίου καὶ ἀμφότερα·
  1. καὶ ὁ ποιῶν αὐτὰ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτοῦ
  2. συνποδισθήσεται,
  3. νεανίσκος μετὰ ὁσίου· καὶ εὐθεῖα ἡ ὁδὸς αὐτοῦ.
  1. οὖς ἀκούει καὶ ὀφθαλμὸς ὁρᾷ· Κυρίου ἔργα καὶ ἀμφότερα,
  1. μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς·
  2. διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων.