Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις
  2. ἐν τοῖς τελευταίοις οὐκ εὐλογηθήσεται.
  1. μὴ εἴπῃς Τίσομαι τὸν ἐχθρόν·
  2. ἀλλὰ ὑπόμεινον τὸν κύριον, ἵνα σοι βοηθήσῃ.
[*](U+05D0A)[*](24 απολιπομενος U+05D0 | παιδιαν U+05D0A 25 κρισις U+05D0A 26 ακολαστηι U+05D0* (-τοις U+05D0c.a) X X 1 μεθη] + πας δε ο συμμιγνυμενος αυτη ουκ εσται σοφος U+05D0c.a + πας δε ο συμμενομενος ουκ εστ, σοφος A | τοιουτος U+05D0* (-τοις U+05D01(vid)) 2 αυτον] εαυτον A 4 ουκ αισχυνεται] ου καταισχυνεται U+05D0 | δανει- ζομενος BᵃᵇU+05D0 8 καθιση βασιλευς δικαιος A 9 την καρδιαν] om την U+05D0* (hab την U+05D0 c.a) 10 οψονται] εσονται U+05D0 12 αλλα] αλλ U+05D0)
455
  1. στάθμιον μέγα καὶ μικρὸν καὶ μέτρα δισσά,
  2. [*](B)
  3. ἀκάθαρτα ἐνώπιον Κυρίου καὶ ἀμφότερα·
  1. καὶ ὁ ποιῶν αὐτὰ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτοῦ
  2. συνποδισθήσεται,
  3. νεανίσκος μετὰ ὁσίου· καὶ εὐθεῖα ἡ ὁδὸς αὐτοῦ.
  1. οὖς ἀκούει καὶ ὀφθαλμὸς ὁρᾷ· Κυρίου ἔργα καὶ ἀμφότερα,
  1. μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς·
  2. διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων.
  1. βδέλυγμα Κυρίῳ δισσὸν στάθμιον,
  2. καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ.
  1. παρὰ Κυρίου εὐθύνεται τὰ διαβήματα ἀνδρί,
  2. θνητὸς δὲ πῶς ἂν νοήσαι τὰς ὁδοὺς αὐτοῦ;
  1. παγὶς ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι,
  2. μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται.
  1. λικμήτωρ ἀσεβῶν βασιλεὺς σοφός,
  2. καὶ ἐπιβαλεῖ αὐτοῖς τροχόν.
  1. φῶς Κυρίου πνοὴ ἀνθρώπων,
  2. ὃς ἐραυνᾷ ταμεῖα κοιλίας.
  1. ἐλεημοσύνη καὶ ἀλήθεια φυλακὴ βασιλεῖ,
  2. καὶ περικυκλώσουσιν ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ.
  1. κόσμος νεανίαις σοφία,
  2. δόξα δὲ πρεσβυτέρων πολιαί.
  1. ὑπώπια καὶ συντρίμματα συναντᾷ κακοῖς,
  2. πληγαὶ δὲ εἰς ταμεῖα κοιλίας.
  • ὥσπερ ὁρμὴ ὕδατος, οὕτως καρδία βασιλέως ἐν χειρὶ θεοῦ·
  • οὗ ἐὰν θέλων νεῦσαι, ἐκεῖ ἔκλινεν αὐτήν.
    1. πᾶς ἀνὴρ φαίνεται ἑαυτῷ δίκαιος,
    2. κατευθύνει δὲ καρδίας Κύριος.
    1. ποιεῖν δίκαια καὶ ἀληθεύειν
    2. ἀρεστὰ παρὰ θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα.
    1. μεγαλόφρων ἐφʼ ὕβρει θρασυκάρδιος·
    2. λαμπτὴρ δὲ ἀσεβῶν ἁμαρτία.
    [*](13 om και 3⁰ U+05D0 14 συμποδισθησεται BᵇU+05D0A 16 διανοιξον] + δε U+05D0A U+05D0 A | αρτων] αυτων U+05D0* (αρτ. U+05D0c.a) 18 τα διαβηματα] om τα A | δε] ε inst U+05D0? 19 αγιασαι] prius απαται U+05D0* 21 ος] pr η λυχνος A | ερευνα BᵃᵇU+05D0A | ταμεια Bᵃᵇ (ταμια BU+05D0*)] ταμιεια A 24 ταμεια Bᵃ(vid)ᵇ (ταμια B*U+05D0)] ταμιεια A pr τα U+05D0* (om τα U+05D0c.a) XXI 1 εαν] δ αν U+05D0A | νευση U+05D0c.aA | om εκει A 4 αμαρτιαι U+05D0c.aA)
    456
    [*](B)
    1. ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ
    2. μάταια διώκει ἐπὶ παγίδας θανάτου.
    1. ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται,
    2. οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια.