Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. παίδευε υἱόν σου, οὕτως γὰρ ἔσται εὔελπις,
  2. εἰς δὲ ὕβριν μὴ ἐπαίρου τῇ ψυχῇ σου.
  1. κακόφρων ἀνὴρ ζημιωθήσεται·
  2. ἐὰν δὲ λοιμεύηται, καὶ τὴν ψυχὴν αὐτοῦ προσθήσει.
  1. Ἄκουε, υἱέ, παιδείαν πατρός σου,
  2. ἵνα σοφὸς γένῃ ἐπʼ ἐσχάτων σου.
  1. πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνδρός,
  2. ἡ δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει.
  1. καρπὸς ἀνδρὶ ἐλεημοσύνη,
  2. κρείσσων δὲ πτωχὸς δίκαιος ἢ πλούσιος ψευδής.
  1. φόβος Κυρίου εἰς ζωὴν ἀνδρί.
  2. ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις οὗ οὐκ ἐπισκοπεῖται
  3. γνῶσις.