Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης,
- οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς.
- ὃς εὗρεν γυναῖκα ἀγαθὴν εὗρεν χάριτας,
- ἔλαβεν δὲ παρὰ θεοῦ ἱλαρότητα·
- ὃς ἐκβάλλει γυναῖκα ἀγαθὴν ἐκβάλλει τὰ ἀγαθά,
- ὁ δὲ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής.
- ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ,
- τὸν δὲ θεὸν αἰτιᾶται τῇ καρδίᾳ αὐτοῦ.
- μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται,
- ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ διαφεύξεται.
- πολλοὶ θεραπεύουσιν πρόσωπα βασιλέων,
- πᾶς δὲ ὁ κακὸς γίνεται ὄνειδος ἀνδρί.
- πᾶς ὃς ἀδελφὸν πτωχὸν μισεῖ, καὶ φιλίας μακρὰν ἔσται·
- ἔννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ,
- ἀνὴρ δὲ φρόνιμος εὑρήσει αὐτήν.
- ὁ πολλὰ κακοποιῶν τελεσιουργεῖ κακίαν,
- ὃς δὲ ἐρεθίζει λόγους οὐ σωθήσεται.
- ὁ κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτόν,
- ὃς δὲ φυλάσσει φρόνησιν εὑρήσει ἀγαθά.
- μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται,
- ͎ҏďĎ̠εἰμι ἢ δράκων,
- ὅτι κατέταξας ἐπʼ ἐμέ φυλ
- οὐ συμφέρει ἄφρονι τρυφή,
- καὶ ἐὰν οἰκέτης ἄρξηται μεθʼ ὕβρεως δυναστεύειν.
- ἐλεήμων ἀνὴρ μακροθυμεῖ,
- τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις.
453
- βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος, [*](B)
- ὥσπερ δὲ δρόσος ἐπὶ χόρτῳ, οὕτως τὸ ἱλαρὸν αὐτοῦ.
- αἰσχύνη πατρὶ υἱὸς ἄφρων·
- οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας.
- οἶκον καὶ ὕπαρξιν μερίζουσιν πατέρες παισίν,
- παρὰ δὲ θεοῦ ἁρμόζεται γυνὴ ἀνδρί.
- δειλία κατέχει ἀνδρογύναιον,
- ψυχὴ δὲ ἀεργοῦ πεινάσει.
- ὃς φυλάσσει ἐντολὴν τηρεῖ τὴν ἑαυτοῦ ψυχήν,
- ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν ἀπολεῖται.
- δανίζει θεῷ ὁ ἐλεῶν πτωχόν,
- κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδοθήσεται αὐτῷ.
- παίδευε υἱόν σου, οὕτως γὰρ ἔσται εὔελπις,
- εἰς δὲ ὕβριν μὴ ἐπαίρου τῇ ψυχῇ σου.
- κακόφρων ἀνὴρ ζημιωθήσεται·
- ἐὰν δὲ λοιμεύηται, καὶ τὴν ψυχὴν αὐτοῦ προσθήσει.