Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή,
  2. ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον.
  1. ἀπὸ καρπῶν στόματος ἀνὴρ πίμπλησιν κοιλίαν αὐτοῦ,
  2. ἀπὸ δὲ καρπῶν χειλέων αὐτοῦ ἐμπλησθήσεται.
  1. θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης,
  2. οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς.
  1. ὃς εὗρεν γυναῖκα ἀγαθὴν εὗρεν χάριτας,
  2. ἔλαβεν δὲ παρὰ θεοῦ ἱλαρότητα·
  1. ὃς ἐκβάλλει γυναῖκα ἀγαθὴν ἐκβάλλει τὰ ἀγαθά,
  2. ὁ δὲ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής.
  1. ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ,
  2. τὸν δὲ θεὸν αἰτιᾶται τῇ καρδίᾳ αὐτοῦ.
  • πλοῦτος προστίθησιν φίλους πολλούς,
  • ὁ δὲ πτωχὸς καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου λείπεται.
    1. μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται,
    2. ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ διαφεύξεται.
    1. πολλοὶ θεραπεύουσιν πρόσωπα βασιλέων,
    2. πᾶς δὲ ὁ κακὸς γίνεται ὄνειδος ἀνδρί.