Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα Κυρίου,
  2. αὐτῷ δὲ προσδραμόντες δίκαιοι ὑψοῦνται.
  1. ὕπαρξις πλουσίου ἀνδρὸς πόλις ὀχυρά,
  2. §ἡ δὲ δόξα αὐτῆς μέγα ἐπισκιάζει.
[*](§C)
  1. πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός,
  2. καὶ πρὸ δόξης ταπεινοῦται.
  1. ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι,
  2. ἀφροσύνη αὐτῷ ἐστιν καὶ ὄνειδος.
  1. θυμὸν ἀνδρὸς πρᾳύνει θεράπων φρόνιμος,
  2. ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει;
  1. καρδία φρονίμου κτᾶται αἴσθησιν,
  2. ὦτα δὲ σοφῶν ζητεῖ ἔννοιαν.
  1. δόμα ἀνθρώπου ἐμπλατύνει αὐτόν,
  2. καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν.
  1. δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ·
  2. ὡς δ᾿ ἂν ἐπιβάλῃ ὁ ἀντίδικος, ἐλέγχεται.
  1. ἀντιλογίας παύει σιγηρός,
  2. ἐν δὲ δυναστείαις ὁρίζει.