Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσός,
  2. οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Κυρίῳ.
  1. κακὸς ὑπακούει γλώσσης παρανόμων,
  2. δίκαιος δὲ οὐ προσέχει χείλεσιν ψευδέσιν.
  1. ὁ καταγελῶν πτωχοῦ παροξύνει τὸν ποιήσαντα αὐτόν,
  2. ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθῳωθήσεται·
  3. ὁ δὲ ἐπισπλαχνιζόμενος ἐλεηθήσεται.
  1. στέφανος γερόντων τέκνα τέκνων,
  2. καύχημα δὲ τέκνων πατέρες αὐτῶν.
  1. aτοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων,
  2. τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός.
  1. οὐχ ἁρμόσει ἄφρονι χείλη πιστά,
  2. οὐδὲ δικαίῳ χείλη ψευδῆ.
  1. μισθὸς χαρίτων παιδεία τοῖς χρωμένοις,
  2. οὗ δ᾿ ἂν ἐπιστρέψῃ, εὐοδωθήσεται.
  1. ὃς κρύπτει ἀδικήματα ζητεῖ φιλίαν,
  2. ὃς δὲ μισεῖ κρύπτειν διίστησιν φίλους καὶ οἰκείους.
  1. συντρίβει ἀπειλὴ καρδίαν φρονίμου,
  2. ἄφρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται.