Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • κρείσσων ψωμὸς μεθʼ ἡδονῆς ἐν εἰρήνῃ
  • [*](¶ C)
  • ἢ οἶκος πολλῶν ἀγαθῶν καὶ ἀδίκων θυμάτων μετὰ μάχης. ¶
  • [*](U+05D0AC)[*](22 παιδεια (-δια A)] και παιδια U+05D0* (om και U+05D0c.a) 23 του ιδιου] om του U+05D0* (hab U+05D0c.a) | χειλεσι C 24 αυτου] αυτων AC 25 μεντοι] δε C | αυτων] αυτου C 26 εαυτου 1⁰] αυτου U+05D0C | σκολιοις C | φορει] φερει C | απωλειαν 2⁰ BᵇAC] απωλιαν B*U+05D0 27 θησαυριζει] θησαυριζεται U+05D0* (-ζει U+05D0c.a) ορυσσει A 28 δολου] χολου U+05D0 | πυρσευει U+05D0A | διαχωριζει] διαχωρι 30 om δε 1⁰ AC | διαλογιζεται] λογιζεται U+05D0AC | οριζει] οργιζει A | εστι C | κακιας] κακων A 31 32 εν δε οδοις... ισχυρου rescr 32 ισχυρου] +και ανηρ φρονησιν εχων γεωργιου μεγαλου U+05D0c.aACa | κρεισσων 2⁰] κρισσου (sic) A | καταλαμβανομενου] pr του A 33 αδικοις] δικαιοις (αδ. U+05D0c.a) | παντα 2⁰] πασιν U+05D0 c.a X VII 1 ηδονης] ειδονης A | οικος] pr ο C | πολλων] pr πληρης U+05D0AC)
    449
    1. οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων,
    2. [*](B)
    3. ἐν δὲ ἀδελφοῖς διελεῖται μέρη.
    1. ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσός,
    2. οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Κυρίῳ.
    1. κακὸς ὑπακούει γλώσσης παρανόμων,
    2. δίκαιος δὲ οὐ προσέχει χείλεσιν ψευδέσιν.
    1. ὁ καταγελῶν πτωχοῦ παροξύνει τὸν ποιήσαντα αὐτόν,
    2. ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθῳωθήσεται·
    3. ὁ δὲ ἐπισπλαχνιζόμενος ἐλεηθήσεται.
    1. στέφανος γερόντων τέκνα τέκνων,
    2. καύχημα δὲ τέκνων πατέρες αὐτῶν.
    1. aτοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων,
    2. τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός.
    1. οὐχ ἁρμόσει ἄφρονι χείλη πιστά,
    2. οὐδὲ δικαίῳ χείλη ψευδῆ.
    1. μισθὸς χαρίτων παιδεία τοῖς χρωμένοις,
    2. οὗ δ᾿ ἂν ἐπιστρέψῃ, εὐοδωθήσεται.
    1. ὃς κρύπτει ἀδικήματα ζητεῖ φιλίαν,
    2. ὃς δὲ μισεῖ κρύπτειν διίστησιν φίλους καὶ οἰκείους.
    1. συντρίβει ἀπειλὴ καρδίαν φρονίμου,
    2. ἄφρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται.
    1. ἀντιλογίας ἐγείρει πᾶς κακός,
    2. ὁ δὲ Κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ.
    1. ἐμπεσεῖται μέριμνα ἀνδρὶ νοήμονι,
    2. οἱ δὲ ἄφρονες διαλογιοῦνται κακά.