Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσιν,
- οἱ δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκούσονται.
448
[*](B)- πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις,
- παιδεία δὲ ἀφρόνων κακή.
- καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος,
- ἐπὶ δὲ χείλεσιν φορέσει ἐπιγνωμοσύνην.
- κηρία μέλιτος λόγοι καλοί,
- γλύκασμα δὲ αὐτοῦ ἴασις ψυχῆς.
- εἰσὶν ὁδοὶ δοκοῦσαι εἶναι ὀρθαὶ ἀνδρί,
- τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου.
- ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ
- καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν·
- ὁ μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν.
- ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτῷ κακά,
- ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων θησαυρίζει πῦρ.
- ἀνὴρ σκολιὸς διαπέμπεται κακά,
- καὶ λαμπτῆρα δόλου πυρσεύσει κακοῖς, καὶ διαχωρίζει
- φίλους.
- ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων,
- καὶ ἀπάγει αὐτοὺς ὁδοὺς οὐκ ἀγαθάς.
- στηρίζων δὲ ὀφθαλμοὺς αὐτοῦ διαλογίζεται διεστραμμένα,
- ὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά,
- οὗτος κάμινός ἐστιν κακίας.
- στέφανος καυχήσεως γῆρας,
- ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται.
- κρείσσων ἀνὴρ μακρόθυμος ἰσχυροῦ,
- ὁ δὲ κρατῶν ὀργῆς κρείσσων καταλαμβανομένου πόλιν.
- εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις,
- παρὰ δὲ Κυρίου πάντα τὰ δίκαια.