Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- πρὸ συντριβῆς ἡγεῖται ὕβρις,
- πρὸ δὲ πτώματος κακοφροσύνη.
- κρείσσων πρᾳύθυμος μετὰ ταπεινώσεως
- ἢ ὃς διαιρεῖται σκῦλα μετὰ ὑβριστῶν.
- συνετὸς ἐν πράγμασιν εὑρειὴς ἀγαθῶν,
- πεποιθὼς δὲ ἐπὶ θεῷ μακαριστός.
- τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσιν,
- οἱ δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκούσονται.
448
[*](B)- πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις,
- παιδεία δὲ ἀφρόνων κακή.
- καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος,
- ἐπὶ δὲ χείλεσιν φορέσει ἐπιγνωμοσύνην.
- κηρία μέλιτος λόγοι καλοί,
- γλύκασμα δὲ αὐτοῦ ἴασις ψυχῆς.
- εἰσὶν ὁδοὶ δοκοῦσαι εἶναι ὀρθαὶ ἀνδρί,
- τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου.
- ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ
- καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν·
- ὁ μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν.