Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ῥοπὴ ζυγοῦ δικαιοσύνη παρὰ Κυρίῳ,
  2. τὰ δὲ ἔργα αὐτοῦ στάθμια δίκαια.
  1. βδέλυγμα βασιλεῖ ὁ ποιῶν κακά,
  2. μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς.
  1. δεκτὰ βασιλεῖ χείλη δίκαια,
  2. λόγους δὲ ὀρθοὺς ἀγαπᾷ.
  1. θυμὸς βασιλέως ἄγγελος θανάτου,
  2. ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτόν.
  1. ἐν φωτὶ ζωῆς υἱὸς βασιλέως,
  2. οἱ δὲ προσδεκτοὶ αὐτῷ ὥσπερ νέφος ὄψιμον.
  1. νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου,
  2. νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον
  1. τρίβοι ζωῆς ἐκκλίνουσιν ἀπὸ κακῶν,
  2. μῆκος δὲ βίου ὁδοὶ δικαιοσύνης.
  3. ὁ δεχόμενος παιδείαν ἐν ἀγαθοῖς ἔσται,
  4. ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται.
  5. ὃς φυλάσσει τὰς ἑαυτοῦ ὁδοὺς τηρεῖ τὴν ἑαυτοῦ ψυχήν,
  6. ἀγαπῶν δὲ ζωὴν αὐτοῦ φείσεται στόματος αὐτοῦ.
  1. πρὸ συντριβῆς ἡγεῖται ὕβρις,
  2. πρὸ δὲ πτώματος κακοφροσύνη.
  1. κρείσσων πρᾳύθυμος μετὰ ταπεινώσεως
  2. ἢ ὃς διαιρεῖται σκῦλα μετὰ ὑβριστῶν.
  1. συνετὸς ἐν πράγμασιν εὑρειὴς ἀγαθῶν,
  2. πεποιθὼς δὲ ἐπὶ θεῷ μακαριστός.