Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καρδία δὲ ἀνδρὸς λογιζέσθω δίκαια,
  • ἵνα ὑπὸ τοῦ θεοῦ διορθωθῇ τὰ διαβήματα αὐτοῦ.
    1. θεωρῶν ὀφθαλμὸς καλὰ εὐφραίνει καρδίαν,
    2. φήμη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ.
    1. ὃς ἀπωθεῖται παιδείαν μισεῖ ἑαυτόν,
    2. ὁ δὲ τηρῶν ἐλέγχους ἀγαπᾷ ψυχὴν αὐτοῦ.
    1. φόβος θεοῦ παιδεία καὶ σοφία,
    2. καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ.
    1. πάντα τὰ ἔργα τοῦ ταπεινοῦ φανερὰ παρὰ τῷ θεῷ,
    2. οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται.
    1. ἀκάθαρτος παρὰ θεῷ πᾶς ὑψηλοκάρδιος,
    2. χειρὶ δὲ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθῳωθήσεται.
    1. ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια,
    2. [*](U+05D0AC)[*](25 εστηρισεν] εστησεν U+05D0* (εστηρ. U+05D0c.a ) 27 λημψις A | ελαιημοσυναι U+05D0* (-ναις U+05D0c.a nisi forte 1) | πιστισιν U+05D0* (-τεσιν U+05D0¹ c.a) 28 καρδια U+05D0* (-διαι U+05D01c.a(vid)) | πιστις U+05D0A 29 επακουει] υπακουει U+05D0 | ληψις C XVI 1 om δε AC | θεου] κυ C 3 παιδιαν U+05D0A 4 θεου] κυ A | παιδια | δοξης] +αυτου A | αυτη] αυτω A +προσπορευεται δε ταπινοις δοξα U+05D0c.a +προσπο- ρευεται ταπεινος (sic) δοξα A 5 ασεβης B* (-βεις Bᵃᵇ) 6 θεω] pr τω A | αθοωθησεται B*U+05D0AC (αθωωθ. Bᵇ))
      447
    3. δεκτὰ δὲ παρὰ θεῷ μᾶλλον ἢ θύειν θυσίας.
    [*](B)
    1. ὁ ζητῶν τὸν κύριον εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης,
    2. οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν εὑρήσουσιν εἰρήνην.
    1. πάντα τὰ ἔργα τοῦ κυρίου μετὰ δικαιοσύνης,
    2. φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν.
    1. μαντεῖον ἐπὶ χείλεσιν βασιλέως,
    2. ἐν δὲ κρίσει οὐ μὴ πλανηθῇ τὸ στόμα αὐτοῦ.