Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ᾅδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ κυρίῳ,
  2. πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων;
  1. οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν,
  2. μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει.
  1. καρδίας εὐφραινομένης πρόσωπον θάλλει,
  2. ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει.
  1. καρδία ὀρθὴ ζητεῖ αἴσθησιν,
  2. στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά.
  1. πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά,
  2. οἱ δὲ ἀγαθοὶ ἡσυχάσουσιν διὰ παντός.
  1. κρείσσων μικρὰ μερὶς μετὰ φόβου Κυρίου
  2. ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας.
  1. κρείσσων ξενισμὸς μετὰ λαχάνων πρὸς φιλίαν καὶ χάριν
  2. ἢ παράθεσις μόσχων μετὰ ἔχθρας.
  1. ἀνὴρ θυμώδης παρασκευάζει μάχας,
  2. μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπρᾳύνει·
  1. μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις,
  2. ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον.
  1. ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις,
  2. αἱ δὲ τῶν ἀνδρείων τετριμμέναι.
  1. υἱὸς σοφὸς εὐφραίνει πατέρα,
  2. υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ.
  1. ἀνοήτου τρίβοι ἐνδεεῖς φρενῶν,
  2. ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται.
  1. ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια,
  2. ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή.
  1. οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ,
  2. [*](8 ασεβων] αμαρτωλων U+05D0 9 αγαπα] απατα U+05D0* (αγ. U+05D0c.a) 10 παιδια U+05D0A U+05D0A 13 ουσης BᵃᵇU+05D0] ουσαις B* ουσα A 14 απαιδευτων] ασεβων U+05D0* (απαιδ. U+05D0c.a) 15 ησυχαζουσιν A 17 om μετα 1⁰ A | μετα 2⁰] μετ A 8 a κρισις U+05D0A 21 ανηρ δε φρονιμος] ο δε φρ. ανηρ U+05D0 22 υπερτι- ??ονται U+05D0* (-θενται U+05D0c.a) | τιμωτες U+05D0* (-ντες U+05D0c.a) 23 ου] υ A* (pr ο Aᵃ?ᵐᵍ) | κακος] ακακος U+05D0c.a)
    446
    [*](B)
  3. οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ.
  1. ὁδοὶ ζωῆς διανοήματα συνετοῦ,
  2. ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ.
  1. οἴκους ὑβριστῶν κατασπᾷ Κύριος,
  2. ἐστήρισεν δὲ ὅριον χήρας.
  1. βδέλυγμα Κυρίῳ λογισμὸς ἄδικος,
  2. ἁγνῶν δὲ ῥήσεις σεμναί.
  1. ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήμπτης,
  2. ὁ δὲ μισῶν δώρων λήμψεις σώζεται.
  3. (6)ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι,
  4. τῷ δὲ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.
  1. καρδίαι δικαίων μελετῶσιν πίστεις,
  2. στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά.
  3. (7)δεκταὶ παρὰ Κυρίῳ ὁδοὶ ἀνθρώπων δικαίων,
  4. διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται.
  1. μακρὰν ἀπέχει ὁ θεὸς ἀπὸ ἀσεβῶν,
  2. εὐχαῖς δὲ δικαίων ἐπακούει.
  3. [*](§C)
  4. §(8)κρείσσων ὀλίγη λῆμψις μετὰ δικαιοσύνης
  5. ἢ πολλὰ γενήματα μετὰ ἀδικίας.