Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις,
  2. αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής.
  1. πάντα ἐναντία ἀνδρὶ ἄφρονι,
  2. ὅπλα δὲ αἰσθήσεως χείλη σοφά.
  1. σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν,
  2. ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ.
  1. οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν,
  2. οἰκίαι δὲ δικαίων δεκταί.
  1. καρδία ἀνδρὸς αἰσθητική, λυπηρὰ ψυχὴ αὐτοῦ·
  2. ὅταν δὲ εὐφραίνηται, οὐκ ἐπιμίγνυται ὕβρει.
  1. οἰκίαι ἀσεβῶν ἀφανισθήσονται,
  2. σκηναὶ δὲ κατορθούντων στήσονται.
[*](U+05D0A)[*](20 συμπορευομενος 2⁰] συνρεμβομενος A | αφροσι] αφρονι U+05D0* (αφροσι U+05D0c.a) αφροσιν A 22 αγαθος] pr ο A 25 εσθων] εσθιων U+05D0c.a XIV 1 κατ- εσκαψεν] κατεστρεψεν A 2 om δε U+05D0* (hab U+05D0c.a) 3 φυλαξει A 5 εκκαει U+05D0* (εκκαιει U+05D0c.a ) 9 παρανομων] αφρονων A | οφιλησουσι U+05D0* (-σῑ ut vid U+05D0c.a) 10 υβρει Bᵃᵇ (υβρι B*U+05D0)] υβριν A)
443
  1. ἔστιν ὁδὸς ἣ δοκεῖ παρὰ ἀνθρώποις ὀρθὴ εἶναι,
  2. [*](B)
  3. τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου.
  1. ἐν εὐφροσύναις οὐ προσμίγνυται λύπη,
  2. τελευταία δὲ χαρὰ εἰς πένθος ἔρχεται.
  1. τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος,
  2. ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός.
  1. ἄκακος πιστεύει παντὶ λόγῳ,
  2. πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν.
  1. σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ,
  2. ὁ δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μίγνυται ἀνόμῳ.
  1. ὀξύθυμος πράσσει μετὰ ἀβουλίας,
  2. ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει.
  1. μεριοῦνται ἄφρονες κακίαν,
  2. οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως.
  1. ὀλισθήσουσιν κακοὶ ἔναντι ἀγαθῶν,
  2. καὶ ἀσεβεῖς θεραπεύσουσιν θύρας δικαίων.
  1. φίλοι μισήσουσιν φίλους πτωχούς,
  2. φίλοι δὲ πλουσίων πολλοί.
  1. ὁ ἀτιμάζων πένητας ἁμαρτάνει,
  2. ἐλεῶν δὲ πτωχοὺς μακαριστός.
  1. πλανώμενοι τεκταίνουσι κακά,
  2. ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί·
  3. οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν,
  4. ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς.
  1. ἐν παντὶ μεριμνῶντι ἔνεστιν περισσόν,
  2. ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται.
  1. στέφανος σοφῶν πανοῦργος.
  2. ἡ δὲ διατριβὴ ἀφρόνων κακή.
  1. ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός,
  2. ἐκκαίει δὲ ψευδῆ δόλιος.