Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἐν ἐπιθυμίαις ἐστιν πᾶς ἀεργός,
- χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ.
- λόγον ἄδικον μισεῖ δίκαιος,
- ἀσεβὴς δὲ αἰσχύνεται καὶ οὐχ ἕξει παρρησίαν.
- εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς μηδὲν ἔχοντες,
- καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ.
441
- λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος, [*](B)
- πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν.
- φῶς δικαίοις διὰ παντός.
- φῶς δὲ ἀσεβῶν σβέννυται.
- a ψυχαὶ δόλιαι πλανῶνται ἐν ἁμαρτίαις,
- δίκαιοι δὲ οἰκτείρουσιν καὶ ἐλεῶσιν.
- κακὸς μεθʼ ὕβρεως πράσσει κακά,
- οἱ δὲ ἑαυτῶν ἐπιγνώμονες σοφοί.
- ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται,
- ὁ δὲ συνάγων ἑαυτῷ μετʼ εὐσεβείας πληθυνθήσεται·
- δίκαιος οἰκτείρει καὶ κιχρᾷ.
- κρείσσων ἐναρχομένοις βοηθῶν καρδίᾳ
- τοῦ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος·
- δένδρον γὰρ ζωῆς ἐπιθυμία ἀγαθή.
- ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπʼ αὐτοῦ·
- ὁ δὲ φοβούμενος ἐντολήν, οὗτος ὑγιαίνει.
- a υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν·
- οἰκέτῃ δὲ σοφῷ εὔοδοι ἔσονται πράξεις,
- καὶ κατευθυνθήσεται ἡ ὁδὸς αὐτοῦ.
- νόμος σοφοῦ πηγὴ ζωῆς,
- ὁ δὲ ἄνους ὑπὸ παγίδος θανεῖται.
- σύνεσις ἀγαθὴ δίδωσιν χάριν,
- τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς,
- ὁδοὶ δὲ καταφρονούντων ἐν ἀπωλείᾳ.
- πᾶς πανοῦργος πράσσει μετὰ γνώσεως,
- ὁ δὲ ἄφρων ἐξεπέτασεν ἑαυτοῦ κακίαν.
- βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά,
- ἄγγελος δὲ σοφὸς ῥύσεται αὐτόν.
- πενίαν καὶ ἀτιμίαν ἀφαιρεῖται παιδεία,
- ὁ δὲ φυλάσσων ἐλέγχους δοξασθήσεται.
- ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσιν ψυχήν,
- ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως.
- συμπορευόμενος σοφοῖς σοφὸς ἔσῃ, [*](8 υπισταται U+05D0* (υφ. U+05D01) 9 a ελεουσῑ) A 12 εν αρχ. Bfort εναρ- U+05D0A χομενος U+05D0A | βοηθων] βοηθειν U+05D0c.a (-θιν) A | αγαθη] om U+05D0* (hab U+05D0c.a) κακη A 13 a δουλιω U+05D0* (δολ. U+05D01? c.a) | εσταγαθον U+05D0* (εσται αγ. U+05D0c.a) | πραξις U+05D0*vid (-ξεις U+05D0c.a) 15 διδωσι A | απωλια U+05D0 16 εξεπετασε U+05D0 17 σοφος] πιστος U+05D0* (σοφ. U+05D0c.a) 18 παιδια U+05D0Α 19 ηδυνουσι U+05D0 20 συμπορευο- μενος 1⁰] pr ο U+05D0c.aA | εση] εσται U+05D0c.aA)
- ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται.
442
[*](B)- ἁμαρτάνοντας καταδιώξεται κακά,
- τοὺς δὲ δικαίους καταλήμψεται ἀγαθά.
- ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν,
- θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβῶν.