Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά,
- ἄδικοι δὲ ἀπολοῦνται συντόμως.
- ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν υἱὸν αὐτοῦ,
- ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει.
- δίκαιος ἔσθων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ,
- ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς.
- ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν κύριον,
- ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται.
- ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως,
- χείλη δὲ σοφῶν φυλάσσει αὐτούς.
- οὗ μή εἰσιν βόες, φάτναι καθαραί·
- οὗ δὲ πολλὰ γενήματα, φανερὰ βοὸς ἰσχύς.
- μάρτυς πιστὸς οὐ ψεύδεται,
- ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος.
- ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις,
- αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής.
- πάντα ἐναντία ἀνδρὶ ἄφρονι,
- ὅπλα δὲ αἰσθήσεως χείλη σοφά.
- σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν,
- ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ.
- οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν,
- οἰκίαι δὲ δικαίων δεκταί.
- καρδία ἀνδρὸς αἰσθητική, λυπηρὰ ψυχὴ αὐτοῦ·
- ὅταν δὲ εὐφραίνηται, οὐκ ἐπιμίγνυται ὕβρει.
- οἰκίαι ἀσεβῶν ἀφανισθήσονται,
- σκηναὶ δὲ κατορθούντων στήσονται.
443
- ἔστιν ὁδὸς ἣ δοκεῖ παρὰ ἀνθρώποις ὀρθὴ εἶναι, [*](B)
- τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου.
- ἐν εὐφροσύναις οὐ προσμίγνυται λύπη,
- τελευταία δὲ χαρὰ εἰς πένθος ἔρχεται.
- τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος,
- ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός.
- ἄκακος πιστεύει παντὶ λόγῳ,
- πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν.
- σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ,
- ὁ δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μίγνυται ἀνόμῳ.
- ὀξύθυμος πράσσει μετὰ ἀβουλίας,
- ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει.