Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου,
  • στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ.
    1. οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία·
    2. στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν.
    1. ἀποθανὼν δίκαιος ἔλιπεν μετάμελον,
    2. πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια.
    1. δικαιοσύνη ἀμώμους ὀρθοτομεῖ ὁδούς,
    2. ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ.
    [*](U+05D0A)[*](22 κεφαλης U+05D0A | om αυτη πλουτιζει A 24 απωλια U+05D0Α (πωλια sup ras A¹) | περιφερεται] + δουλευσει δε αφρων φρονιμω A | δεκτη] + καρδια δε ασεβους εκλειψει A 25 om παραπορευομενης...ασεβης U+05D0 (hab U+05D0c.a) | ασεβης] pr ο U+05D0c.aA 26 βλαβερος A | αυτην] αυτη A 28 εγχρονιζει Bᵃᵇ | απολειται] ολλυται U+05D0Α 30 ουκηκουσιν B* ουκ οικησουσιν BᵃᵇA (-σι) ουκηοικησουσιν U+05D0 (om η 1⁰ U+05D0c.a) 32 δικαια U+05D0 (δικαιων U+05D0c.a) | απο- στραφεται U+05D0* (καταστρεφ. U+05D0c.a) X I 2 εαν] αν U+05D0 3 αποθανων] pr τελειοτης ευθειων οδηγησει αυτους| και υποσκελισμος αθετουντων προ- νομευσει αυτους| (4) ουκ ωφελησει υπαρχοντα εν ημερα θυμου] και δικαι- οσυνη ρυσεται απο θανατου| A | ελειπεν A | απωλια U+05D0 5 αμψμου U+05D0A | om ασεβεια...αδικια U+05D0* (hab ασεβια δε περιπιπτι αδικεια U+05D0c. a))
    437
    1. δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύεται αὐτούς,
    2. [*](B)
    3. τῇ δὲ ἀπωλείᾳ αὐτῶν ἁλίσκονται παράνομοι.
    1. τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς,
    2. τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται.
    1. δίκαιος ἐκ θήρας ἐκδύνει,
    2. ἀντʼ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής.
    1. ἐν στόματι ἀσεβῶν παγὶς πολίταις,
    2. αἴσθησις δὲ δικαίων εὔοδος.
    1. ἐν ἀγαθοῖς δικαίων κατώρθωσεν πόλις,
    1. στόμασιν δὲ ἀσεβῶν κατεσκάφη.
    1. μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν,
    2. ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
    1. ἀνὴρ δίγλωσσος ἀποκαλύπτει βουλὰς ἐν συνεδρίῳ,
    2. πιστὸς δὲ πνοῇ κρύπτει πράγματα.
    1. οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα,
    2. σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ.