Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου,
  2. καρδία δὲ ἀσεβοῦς ἐκλείψει.
  1. χείλη δικαίων ἐπίσταται ὑψηλά,
  2. οἱ δὲ ἄφρονες ἐν ἐνδείᾳ τελευτῶσιν.
[*](6 κεφαλης U+05D0* (-λῆν U+05D0c.a) A 7 ασεβουσβεννυται A 10 οφθαλμω U+05D0 U+05D0A 1 απωλια B*ᵇU+05D0A (-λεια Bᵃ) 12 καλυψει A 13 ραβδω] pr ος εκ χειλεων (χιλ. U+05D0) προφερει σοφιαν U+05D0A | καρδιον U+05D0* (ακ. U+05D0¹) 15 κτι- τις U+05D0* (κτησις U+05D0c.a) κτησεις A 16 αμαρτιαι U+05D0* (-τιας U+05D0c.a ) 17 om U+05D0κοιας U+05D0c.aA | παιδια bis U+05D0A | ανεξελεκτος B* (ανεξελεγκτ. Bᵃᵇ) 19 εκ- U+05D0ευξη αμαρτιαν] εκφευξεται αμαρτια A 20 πεπωρωμενος A 21 om ν U+05D0* (hab U+05D0c.a) | τελευτησωσιν U+05D0* (τελευτωσιν U+05D0c.a))
436
[*](B)
  1. εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου·
  2. αὕτη πλουτίζει, καὶ οὐ μὴ προστεθῇ αὐτῇ λύπη ἐν καρδίᾳ.
  1. ἐν γέλωτι ἄφρων πράσσει κακά,
  2. ἡ δὲ σοφία ἀνδρὶ τίκτει φρόνησιν.
  1. ἐν ἀπωλείᾳ ἀσεβὴς περιφέρεται,
  2. ἐπιθυμία δὲ δικαίου δεκτή.
  1. παραπορευομένης καταιγίδος ἀφανίζεται ἀσεβής,
  2. δίκαιος δὲ ἐκκλίνας σώζεται εἰς τὸν αἰῶνα.
  1. ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸν καὶ καπνὸς ὄμμασιν,
  2. οὕτως παρανομία τοῖς χρωμένοις αὐτὴν.
  1. φόβος Κυρίου προστίθησιν ἡμέρας,
  2. ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσεται.
  1. ἐνχρονίζει δικαίοις εὐφροσύνη,
  2. ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται.
  1. ὀχύρωμα ὁσίου φόβος Κυρίου,
  2. συντριβὴ δὲ τοῖς ἐργαζομένοις κακά.
  1. δίκαιος τὸν αἰῶνα οὐκ ἐνδώσει,
  2. ἀσεβεῖς δὲ οὐκ οἰκήσουσιν γῆν.
  1. στόμα δικαίου ἀποστάζει σοφίαν,
  2. γλῶσσα δὲ ἀδίκου ἐξολεῖται.
  1. χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας,
  2. στόμα δὲ ἀσεβῶν ἀποστρέφεται.