Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. σοφὸς καρδίᾳ δέξεται ἐντολάς,
  2. ὁ δὲ ἄστεγος χείλεσιν σκολιάζων ὑποσκελισθήσεται.
  1. ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς·
  2. ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ γνωσθήσεται.
  1. ὁ ἐννεύων ὀφθαλμοῖς μετὰ δόλου συνάγει ἀνδράσι λύπας,
  2. ὁ δὲ ἐλέγχων μετὰ παρρησίας εἰρηνοποιεῖ.
  1. πηγὴ ζωῆς ἐν χειρὶ δικαίου,
  2. στόμα δὲ ἀσεβοῦς καλύψει ἀπώλεια.